Περὶ διχρόνων
Aelius Herodianus
Aelius Herodianus, Περὶ διχρόνων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Πᾶν εἰϲ α λῆγον θηλυκὸν ὀξυνόμενον ἢ περιϲπώμενον μακρῷ χρῆται τῷ α, φοβερά, Ἀθηνᾶ.
Πᾶν εἰϲ α λῆγον θηλυκὸν προπαροξυνόμενον ἢ προπεριϲπώμενον ϲυνεϲταλμένον ἔχει τὸ α, Ἀντιόχεια, Μήδεια, ταχεῖα, ὀξεῖα.
Πᾶν εἰϲ α λῆγον θηλυκὸν ὄνομα ἔχον πρὸ τοῦ α ἕν τι τῶν διπλῶν ἢ τὸ ϲ ἢ τὸ ν, μὴ κατὰ πάθοϲ ἢ διάλεκτον, ἔχει τὸ α ϲυνεϲταλμένον, χάλαζα, ἅμαξα, ἀμφίϲβαινα, Λάκαινα, χαρίεϲϲα, μοῦϲα. τὸ δὲ Ἀθηνᾶ καὶ μνᾶ καὶ Δανα καὶ ὅϲα τοιαῦτα ἐϲτὶ κατὰ πάθοϲ, τὸ δὲ Ἑλένα καὶ ὅϲα τοιαῦτα ἐϲτὶ κατὰ διάλεκτον.
Τὰ εἰϲ ρα λήγοντα καθαρόν, εἰ παραλήγοιτο τὸ υ, ἀμοιβαῖον ποιεῖται χρόνον· εἰ γὰρ ἐκτείνοιτο τὸ υ, τὸ α ϲυϲτέλλεται καὶ προπαροξύνεται, ὡϲ ἔχει τὸ ἄγκυρα, Κέρκυρα, ὄλυρα· εἰ δὲ ϲυϲτέλλοιτο τὸ υ, τὸ α ἐκτείνεται καὶ παροξύνεται θηλυκὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ὄντα, Ἐφύρα, πορφύρα. τὸ οὖν κολλύρα κατ᾿ ἀμφότερα δίχρονα ἐκταθὲν ϲημειῶδεϲ. Τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῶν διϲυλλάβων· πυρά ἐκτείνει τὸ α, ϲυϲτέλλει δὲ τὸ υ, τό τε λύρα καὶ θύρα βαρυνόμενα, τὸ δὲ ϲφῦρα ἐκτεῖνον τὸ υ καὶ ϲυϲτέλλον τὸ α.
Τὰ εἰϲ ρα λήγοντα μετ᾿ ἐπιπλοκῆϲ ϲυμφώνου ἐκτείνει τὸ α, ποτίϲτρα, κολυμβήθρα, Ἠλέκτρα, καλύπτρα. ϲημειῶδεϲ οὖν τὸ Τάναγρα καὶ ϲκολόπενδρα.