De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Πάλιν τῶν φυτῶν τινὰ μεταλλάττονται, ὡς φασίν, εἰς ἄλλο εἶδος, ὡς ἡ καρύα, ὅταν γηράσῃ. Λέγουσι πάλιν ὡς ἡ καλαμίνθη μεταβάλλεται εἰς ἡδύοσμον· καὶ τὸ τράγιον δὲ τμηθὲν καὶ φυτευθὲν παρὰ τὴν θάλασσαν τυχὸν ἔσται σισύμβριον. Φασὶ πάλιν ὡς ὁ σῖτος καὶ τὸ λίνον μεταβάλλονται εἰς ἕτερον εἶδος,

Βελένιον δὲ τὸ δηλητηριῶδες, τὸ γινόμενον ἐν τῇ Περσίδι, μεταφυτευόμενον ἐν Αἰγύπτῳ ἢ ἐν Παλαιστίνῃ γίνεται βρώσιμον. Ὡσαύτως ἀμυγδαλῆ καὶ ῥοιὰ μεταβάλλονται ἀπὸ τῆς ἰδίας κακίας διὰ γεηπονίαν εἰς τὸ χρηστότερον.

Ἀλλ’ αἱ ῥοιαὶ μὲν χοιρείας κόπρου ἐμβεβλημένης ταῖς ῥίζαις, καὶ δι’ ὕδατος γλυκέος καὶ ψυχροῦ ποτιζόμεναι βελτιοῦνται· ἀμυγδαλαῖ δὲ ἥλων ἐμπηγνυμένων αὐταῖς, καὶ κόμεος διὰ πολλοῦ κάρου ἐντεῦθεν ἐκβαλλομένου. Πολλὰ δὲ φυτὰ ἄγρια διὰ ταύτης τῆς ἐπιτεχνήσεως γίνονται κηπαῖα.

Τόπος δὲ καὶ γεηπονία σφόδρα τούτοις συμβάλλονται, καὶ μᾶλλον ὁ τοῦ ἔτους καιρός, οὗ χρῄζουσι μᾶλλον οἱ φυτευταί, Πάλιν τῶν φυτῶν τὰ πλείονα φυτεύονται ἐν ἔαρι, ὀλίγα ἐν χειμῶνι καὶ φθινοπώρῳ, καὶ ὀλίγιστα ἐν θέρει μετὰ τὴν ἐπιτολὴν τοῦ κυνάστρου.

Ἐν ὀλίγοις δὲ τόποις γίνεται ἡ τοιαύτη φυτεία, καὶ οὐδέποτε γίνεται εἰ μὴ ἀραιός, ὡς ἐν τῇ Ρώμῃ κατὰ τήνδε τὴν ὥραν. Ἐν Αἰγύπτῳ δὲ οὐ γίνεται ἡ φυτεία εἰ μὴ ἅπαξ τοῦ ἐνιαυτοῦ, Πάλιν τινὰ τῶν φυτῶν ἐκ τῶν οἰκείων ῥιζῶν φύλλα προβάλλονται, τινὰ ἐκ τῶν οἰκείων κομέων ἢ ἐκ τῶν οἰκείων ξύλων.

Καὶ τινὰ μὲν πλησίον τῆς γῆς, τινὰ δὲ πόρρω, τινὰ

ἐν μέσῳ. Καὶ τινὰ μὲν ἅπαξ τοῦ ἐνιαυτοῦ καρποφοροῦσι, τινὰ δὲ πλειστάκις, ἀλλ’ οὐ πεπαίνονται οἱ καρποὶ αὐτῶν, ἀπομένουσι δὲ ὠμοί,

Καὶ τινὰ δένδρα εἰσὶν εὔφορα διὰ πολλῶν χρόνων, ὡς αἱ συκαῖ· τινὰ ἐν ἑνὶ καρποφοροῦσιν ἔτει, ἐν δὲ τῷ ἑτέρῳ ἀνακτῶνται ἑαυτά, ὡς αἱ ἐλαῖαι πολλοὺς κλάδους προβαλλόμεναι, οἷς καὶ περικαλύπτονται. Καὶ τινὰ μὲν τῶν φυτῶν εὐφορώτερά εἰσιν ἐν γήρᾳ, τινὰ δὲ ἐκ τοῦ ἐναντίου μᾶλλον καρποφοροῦσιν ἐν νεότητι, ὡς ἀμυγδαλαῖ καὶ ὄχναι καὶ αἴγειροι.

Ἡ διαφορὰ δὲ τῶν φυτῶν τῶν ἀγρίαν καὶ τῶν κηπαίων διακρίνεται δι’ ἀρρένων καὶ θηλέων, ὁπόταν ἕκαστον αὐτῶν γνωρισθείη διὰ τῶν ἰδιωμάτων τῶν εὑρισκομένων ἐν αὐτοῖς, ὅτι τὸ μὲν ἄρρεν ἐστὶ πυκνότερον σκληρότερον καὶ πολυκλονώτερον, ἧττον ὑγρόν, καὶ ταχύτερον εἰς πέπανσιν, καὶ φύλλα ἔχον διάφορα καὶ παραφυάδας. Τὸ δὲ θῆλυ ἐπ’ ἔλαττον ἔχει ταῦτα.

Δεῖ τοίνυν, ὅταν κατανοήσωμεν ταῦτα, πάλιν στοχάσασθαι πῶς ἂν γνοίημεν τὰ δένδρα καθ’ αὐτὰ καὶ τὰ γένη καθ’ αὐτά. Καὶ περὶ τῶν βοτανῶν ὡσαύτως, πῶς ἂν κατανοήσωμεν ἃ εἶπον οἱ παλαιοί. Πῶς;