De plantis

Aristotle

Aristotle. Aristotelis Opera, Volume 6. Bekker, Immanuel, editor. Oxford: Oxford University Press, 1837.

Πάλιν τῶν ἀρωματοφόρων δένδρων τινῶν μὲν ἡ ῥίζα ἀρωματική ἐστιν, τινῶν ὁ φλοιός, τινῶν τὸ ξύλον· ἄλλων τὰ μέρη ὅλα εἰσὶν ἀρωματικά, ὡς τὸ βάλσαμον. Πάλιν τῶν δένδρων τὰ μὲν γεννῶνται ἐκ σπέρματος, τὰ δὲ δι’ ἑαυτῶν.

Καὶ πάλιν τὰ μὲν ἀπὸ ῥιζῶν ἐκσπῶνται καὶ μεταφυτεύονται,

τὰ δὲ ἐκ τοῦ φιτροῦ, τὰ δὲ ἐκ τῶν κλάδων ἢ ἀπὸ τοῦ σπέρματος. Καὶ τινὰ μὲν δι’ ἑαυτῶν κατὰ μικρὸν ἐκτείνονται, τινὰ δὲ ἐν τῇ γῇ. Καὶ τινὰ μὲν ἐν τοῖς δένδροις φυτεύονται, ὡς τὰ ἐγκεντριζόμενα. Ἔστι δὲ βελτίων ὁ ἐγκεντρισμὸς ὁμοίων εἰς ὅμοια.

Ἔστι δὲ καὶ ἀναλογία ἄλλη τις, δι’ ἦς ἀρίστως συμβαίνουσι τὰ ἀνόμοια, ὡς αἱ μηλέαι μετὰ τῶν ὀχνῶν. Ἐν δὲ τοῖς ὁμοίοις, ὡς συκῆ ἐν συκῇ καὶ ἄμπελος ἐν ἀμπέλῳ καὶ ἀμυγδαλῆ ἐν ἀμυγδαλῇ,

Ἔστι δὲ καὶ ἄλλος ἐμφυλλισμὸς ἐν ἄλλοις διαφόροις γένεσιν, ὡς ἀρτεμισία εἰς ἀγρίαν ἀρτεμισίαν καὶ καλλιέλαιος εἰς ἀγριέλαιον καὶ ἡ μορέα εἰς πολλὰ δένδρα. Τῶν δένδρων πάλιν τὰ ἄγρια καὶ τὰ κηπαῖα, καὶ πᾶν φυτὸν οὐ προάγει σπέρμα ὅμοιον τῷ σπέρματι ἐξ οὗ ἀνεφύη ἕκαστον.

Τινὰ γὰρ κρεῖττον σπέρμα ποιοῦσι, τινὰ χεῖρον. Καὶ ἐκ τινῶν κακῶν σπερμάτων καλὰ δένδρα προβαίνουσιν, ὡς τὰ ἐξ ἀμυγδαλῆς μικρᾶς καὶ ῥοιᾶς ὀξώδους. Τινῶν δένδρων πάλιν σπέρμα ἂν ἀσθενὲς γένηται, ἐκλείπει τὸ γενέσθαι καλὰ αὐτά, ὡς αἱ πεῦκαι καὶ οἱ φοίνικες.

Οὐ προέρχονται δὲ ῥᾳδίως ἐκ σπέρματος κακοῦ καλὰ δένδρα, οὐδ’ ἐκ σπέρματος ἀγαθοῦ κακὰ δένδρα. Τὸ δὲ ἐκ πονηροῦ γενέσθαι ἀγαθόν, καὶ τὸ ἐναντίον, ἐν τοῖς ζῴοις πολλάκις εὑρίσκεται. Πάλιν δένδρον τὸ ἔχον σκληρὸν λίαν τὸν φλοιὸν στεῖρον ἀποκαθίσταται· ἐὰν δὲ σχισθῇ ἡ ῥίζα αὐτοῦ καὶ τῇ σχισμῇ λίθος ἐμβληθῇ, εὔφορον γίνεται.

Ἐν δὲ τοῖς φοίνιξιν ἂν φύλλα ἢ ψῆνες ἢ φλοιὸς τοῦ ἄρρενος φοίνικος τοῖς φύλλοις τοῦ θήλεος συντεθείη, ἵνα πως συναφθῶσι, ταχέως πεπαίνονται οἱ καρποί, κωλύεται δὲ καὶ ἡ πτῶσις αὐτῶν, Διακρίνεται δὲ ὁ ἄρρην ἀπὸ τοῦ θήλεος, ὅτι πρώτως βλαστάνουσι τὰ τούτου φύλλα, ἅ εἰσι παρὰ τὰ τοῦ θήλεος μικρότερα· ἀλλὰ καὶ διὰ τῆς εὐωδίας.

Ἀλλαχοῦ δὲ ἔκ τινος τούτων ἢ ἐκ πάντων συμβαίνει. Τυχὸν δὲ καὶ εἰ ἐκ τῆς εὐωδίας

τοῦ ἄρρενος ἐπαγάγῃ τι ἄνεμος πρὸς τὸν θῆλυν, πεπαίνονται καὶ οὕτως οἱ καρποί, ὥσπερ ὁπόταν τὰ φύλλα τοῦ ἄρρενος τῷ θήλει ἀπαιωρῶνται.

Συκαῖ ὡσαύτως ἄγριαι εἰς τὴν γῆν ἐξαπλωθεῖσαι συμβάλλονται τὰ πολλὰ ταῖς κηπαίαις συκαῖς. Τὰ βαλαύστια ταῖς ἐλαίαις συμβάλλουσιν, ὅταν ὁμοῦ φυτεύωνται.