De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

9 τῶν δʼ ἰχθύων τοῖς μὲν ᾠοτόκοις ἅκανθκ, καὶ τοῖς ὄφεσιν ἀκανθύὸδης ἐστὶν ἡ τῶν ὀστῶν φύσις, πλὴν τοῖς λίαν μεγάλοις· τούτοις δέ, διʼ ἅπερ καὶ τοῖς ζῳοτὸκοις, πρὸς τὴν ἰσχὺν ἰσχυροτέρων δεῖ τῶν στερεωμάτων. τὰ δὲ καλούμενα σελάχη χονδράκανθα τὴν φύσιν ἐστίν· ὑγροτέραν τε γὰρ ἀναγκαῖον αὐτῶν εἶναι τὴν κίνησιν, ᾥστε δεῖ καὶ τὴν τῶν ἐρεισμάτων μὴ κραύρον εἶναι ἀλλὰ μαλακωτέραν, καὶ τὸ γεῶδες εἰς τὸ δέρμα πᾶν ἀνήλωκεν ἡ φύσις· ἅμα δὲ τὴν αὐτὴν ὑπεροχὴν εἰς πολλοὺς τόπους ἀδυνατεῖ διανέμειν ἡ φύσις.

10 ἔνεστι δὲ καὶ ἐν τοῖς ζῳοτόκοις πολλὰ

43
τῶν ὀστῶν χονδρύδη, ἐν ὅσοις όυμφέρει μαλακὸν εἶναι καὶ ζυμῶδες τὸ στερεὸν διὰ τὴν σάρκα τὴν περικειμένην, σἷον συμβέβηκε περί τε τὰ ὡτα καὶ τοὺς μυκτὴρας · θραύεται γὰρ τὰ κραῦρα ταχέως ἐν τοῖς ἀπέχουσιν. ἡ δὲ φύσις ἡ αὐτὴ χόνδρου καὶ ὀστοῦ ἐστί, διαφέρει δὲ τῷ μάλλον καὶ ἧττον· διὸ καὶ οὐδέτερον αὐξάνεται ἀποκοπέν. οἱ μὲν σὗν ἐν τοῖς πεζοῖς ἀμύελοι χόνδροι κεχωρισμένῳ μυελῷ· τὸ γὰρ χωριζὀμενον εἰς ἅπαν μεμιγμένον μαλακὴν ποιεῖ καὶ ζυμώδη τὴν τοῦ χόνδρου σύστασιν.

ἐν δὲ τοῖς 11 [*](b) σελάχεσιν ἡ ῥάχις χονδρώδης μέν ἐστιν, ἔχει δὲ μυελόν· ἀντʼ ὀστοῦ γὰρ αὑτοῖς ὑπάρχει τοῦτο τὸ μόριον. σύνεγγυς δὲ κατὰ τὴν ἁρήν ἐστι τοῖς ὀστοῖς καὶ τὰ τοιάδε τῶν μορίων οἷον ὄνυχές τε καὶ ὁπλαὶ καὶ χηλαὶ καὶ κέρατα καὶ ῥύγχη τὰ τῶν ἀρνίθωυ. πάντα δὲ ταῦτα βοηθείας ἔχουσι χάριν τὰ ζῷα· τὰ γὰρ ἐξ οὐτῶν συνεστηκότα ὅλα καὶ συνύνυμα τοῖς μορίοις, οἷον ὁπλή τε ὅλη καὶ κέρας ὅλον,. μεμηχάνηται πρὸς τὴν σωτηρίαν ἑκάστοις. ἐν τούτῳ δὲ τῷ γένει καὶ ἡ τῶν ὀδόντων ἐστὶ φύσις, τοῖς μὲν ὑπάρχουσα πρὸς ἓν ἔργον τὴν τῆς τροφῆς ἐργασίαν, τοῖς δὲ πρός τε τούτο καὶ πρὸς ἀλκήν, οἷον τοῖς καρχαρόδουσι καὶ χαυλιόδουσι πἀσιν.

12 ἐξ ἀνάγκης δὲ πάντα ταύτα 12 γεώδη καὶ στερεὰν ἔχει τὴν φύσιν· ὅπλου γὰρ αὕτη δύναμις. διὸ καὶ πάντα τὰ τοιαῦτα μἀλλον ἐν τοῖς τετράποσιν ὑπάρχει ζῄοις τῶν ζῳοτόκων, διὰ τὸ γεωδεστέραν ἔχειν πάντα τὴν σύστασιν ἢ τὸ τῶν ἀνθρώπων γένος.

13 ἀλλὰ καὶ περὶ τούτων καὶ τῶν ἐχομένων, 13 οἷον δέρματος καὶ κύστεως καὶ ὑμένος καὶ τριχην καὶ πτερὧν καὶ τῶν ἀνάλογον τούτοις καὶ εῖ τι τοιοῦτόν ἐστι μέρος, ὕστερον ἕμα τοῖς ἀνομοιομερέσι θεωρητέον τὴν αἰτίαν αὐτῶν, καὶ τίνος ἓνεκεν

44
ὑπάρχει τοῖς ζῴοις ἕκαστον· ἐκ τῶν ἔργων γὰρ γνωρίζειν, ὥσπερ κἀκεῖνα, καὶ ταύτα ἀναγκαῖον ἄν εἴη.