De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

ἔυια δʼ αὐτῶν ὁμοίαν ἔχοντα τὴν ἀρχὴν τὴν 4 θατέρου τῇ τελευτῇ θατέρου, συνδέδεται νεύροις. καὶ χονδρώδη δὲ μόρια μεταξὺ τῶν κάμψεων εἰσιν, οἷον στοιβή, πρὸς τὸ ἄλληλα μὴ τρίβειν. περὶ δὲ τὰ ὀστᾶ αἱ σάρκες περιπεφύκασι, προθειλημμέναι λεπτοῖς καὶ ἰνύόδεσι δεσμοῖς, ὡν ἕνεκεν τὸ τῶν ὀστῶν ἐστὶ γένος.

ὧσπερ γὰρ οἱ πλάττοντες ἐκ πηλού ζῷον ἥ 5 τινος ἄλλης ὑγρᾶς συστάσεως ὑφιστἀσι τῶν στερεᾳν τι σωμάτωον, εἶθʼ οὕτω περιπλάττουσε, τὸν αὐτὸν τρόπον ἡ φύσις δεδνηιούργηχεν ἐκ τῶν σαρκῶν τὸ ζῷον. τοῖς μὲν οὑν ἄλίοις ὕπεστιν ὀστᾶ τοῖς σαρκώδεσι μορίοις, τοῖς μὲν κινουμένοις διὰ κάμψιν τούτου χάριν, τοῖς δʼ ἀκινήτοις φυλακῆς ἕνεκεν, οἷον αί συγκλείουσαι πλευραὶ τὸ στὴθος σωτηρίας χέρι

42
τῶν περὶ την καρδίαν σπλάγχνων· τὰ δὲ περὶ τὴν [*](655,a) κοιλίαν ἀνόστεα πᾶσιν, ὅπως μὴ κωλύῃ τὴν ἀνοίδησιν τὴν ἀπὸ τῆς τροφῆς γινομένην τοῖς ζῴοις ἐξ ἀνάγκης καὶ τοῖς θήλεσι τὴν ἐν αὐτοῖς τῶν ἐμβρύων αὔξησιν.

τὰ μὲν οὖν ζῳοτόκα τῶν ζῴων καὶ ἐν αὑτοῖς 6 καὶ ἐκτὸς παραπλησίων ἔχει τὴν τῶν ὀστῶν δύναμιν καὶ ἰσχυράν. πολὺ γὰρ μείζω πάντα τὰ τοιαῦτα τῶν μὴ ζῳοτόκων ὡς κατὰ λόγον εἰπεῖν τῶν σωμάτων· ἐνιαχοῦ γὰρ πολλὰ γίνεται μεγάλα τῶν ζῳοτόκων, οἷον ἐν Λιβύῃ καὶ τοῖς τόποις τοῖς θερμοῖς καὶ τοῖς ξηροῖς.

7 τοῖς δὲ μεγάλοις ἰσχυροτέρων δεῖ τῶν ὑπερεισμάτων καὶ μειζόνων καὶ σκληροτέρων, καὶ τούτων αὐτῶν τοῖς βιαστικωτέροις. διὸ τὰ τῶν ἀρρένων σκληρότερα ἢ τὰ τῶν θηλειῶν, καὶ τὰ τῶν σαρκοφάγων (ἡ τροφὴ γὰρ διὰ μάχης τούτοις), ὥσπερ τὰ τοῦ λέοντος· οὕτω γὰρ ἔχει ταῦτα σκληρὰν τὴν φύσιν ὥστʼ ἐξάπτεσθαι τυπτομένων καθάπερ ἐκ λίθων πῦρ. ἔχει δὲ καὶ ὁ δελφὶς οὐκ ἀκάνθας ἀλλʼ ὀστᾶ· ζῳοτόκος γάρ ἐστιν.

8 τοῖς δʼ ἐναίμοις μὲν μὴ ζῳοτόκοις δὲ παραλλάττει κατὰ μικρὸν ἡ φύσις, οἷον τοῖς ὄρνισιν ὀστᾶ μέν, ἀσθενέστερα δέ.