De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

τὸν δʼ οὐρανὸν σαρκύδη πολλοὶ καὶ τῶν ἰχθύων 9 ἔχουσι, καὶ τῶν ποταμίων ἔνιοι σφὸδρα σαρκωόδη καὶ μαλακὸν, οἷον οἱ καλούμενοι κυπρῖνοε, ὥστε δοκεῖν [*](661,a) τοῖς μὴ σκοποῦσιν ἀκριβὡς γλῶτταν ἔχειν ταύτην. οἱ δʼ ἰχθύες διὰ τὴν εἰρημένην αίτίαν ἔχουσι μὲν οὐ σαφῆ δʼ ἔχουσι τὴν διάρθρωσιν τῆς γλώττης. ἐπεὶ δὲ τῆς τροφῆς χέριν τῆς ἐν τοῖς χυμοῖς ἐστὶν ἡ αἴσθησις, τὸ μὲν γλωττοειδὲς ἔχει μόριον, οὐ πάντῃ δʼ ὁμοίως ἀλλὰ τῷ ἄκρῳ μάλιστα. διὰ τοῦτο τοῖς ἰχθύσι τοῦτʼ ἀφύρισται μόνον.

ἐπιθυμίαν δʼ ἔχει τροφῆς 10 τὰ ζῷα πάντα ὡς ἔχοντα αἱσθησιν τῆς ἡδονῆς τῆς

58
γινομένης ἐκ τῆς τροφῆςʼ ἡ γὰρ ἐπιθυμία τού ἡδέος ἐστίν. ἀλλὰ τὸ μὸριον οὐχ ὅμοιον τούτο πἀσιν, ᾧ τὴν αἴσθησιν ποιοῦνται τῆς τροφῆς, ἀλλὰ τοῖς μὲν ἀπολελυμένον τοῖς δὲ προσπεφυκὸς, ὅσοις μηδὲν ἔργον ὑπάρχει φωνῆς, καὶ τοῖς μὲν σκληρὸν τοῖς δὲ μκλακὸν ἤ σαρκῶδες. διὸ καὶ τοῖς μαλακοστράκοις, οἷον καράέβοις καὶ τοῖς τοιούτοις, ἐντὸς ὑπάρχει τι τοῦ στὸματος τοιοῦτον,

11 καὶ τοῖς μαλακίοις, οἷον σηπίαις καὶ πολύποσιν. τῶν δʼ ἐντὸμων ζῷων ἔνια μὲν ἐντὸς ἔχει τὸ τοιοὺτον μὸριοον, οἷον τὸ τῶν μυρμήκων γένος, ὡσαύτως δὲ καὶ τῶν ὀστρακοδέρμων πολλα· τὰ δʼ ἐκτὸς, οἷον κέντρον, σομφὸν δὲ τὴν φύσιν καὶ κοῖλον, ὥσθ᾿  ἅμα τούτφ καὶ γεύεσθαι καὶ τὴν τροφὴν ἀνασπἀν. δῆλον δὲ τούτο ἐπί τε μυιῶν καὶ μελιττῶν καὶ πάντωον τῶν τοιούτων, ἔτι δʼ ἐπʼ ἐνίων τν ὀστρακοδέρμων· ταῖς γὰρ πορφύραις τοσαύτην ἔχει δύναμιν τούτο τὸ μὸριον ὥστε καὶ τῶν κογχυλίων διατρυπὧσι τὸ ὄστρακον, οἷον τῶν στρόμβων οἷς δελεάζουσιν αὐτάς. ἔτι δʼ οἱ τʼ οἱστροι καὶ οἱ μύωπες οἱ μὲν τὰ τῶν

12 ἀνθρύόπων οἱ δὲ καὶ τὰ τῶν ἅλλων ζῷόων δέρματα διαιρούσιν. ἐν μὲν σὖν τούτοις τοῖς ζῷύοις ἡ γλῶττα τοιαύτη τὴν φύσιν ἐστίν, ὥσπερ ἀντιστρόφως ἔχουσα τῷ μυκτῆρι τῷ τῶν ἐλεφάντων· καὶ γὰρ ἐκείνοις πρὸς βοήθειαν ὁ μυκτὴρ, καὶ τούτοις ἡ γλῶττα ἀντὶ κέντρου ἐστίν. ἐπὶ δὲ τῶν ἄλλων ζῴων ἡ γλῶττα πάντων ἐστὶν οἵανπερ εἴπομεν.

1 Ἐχόμενον δὲ τῶν εἰρημένων ἡ τῶν ὀδόντων ἐστὶ φύσις τοῖς ζῴοις, καὶ τὸ στόμα τὸ περιεχὸμενον ὑπὸ τούτων καὶ συνεστηκὸς ἐκ τούτων. τοῖς μὲν οὖν ἄλλοις ἡ τῶν ὀδόντων φύσις κοινὴ μὲν ἐπὶ τὴν τῆς [*](b)

59
τροφῆς ἐργασίαν ὑπάρχει, χωρὶς δὲ κατὰ γένη τοῖς μὲν ἀλκῆς χάριν, καὶ ταύτης διῃρημένης, ἐπί τε τὸ ποιεῖν καὶ τὸ μὴ πάσχεινʼ τὰ μὲν γὰρ ἀμφοῖν ἓνεκεν ἔχει, καὶ τού μὴ παθεῖν καὶ τοῦ ποιεῖν, οἷον ὅσα σαρκοφάγα τῶν ἀγρίων τὴν φύσιν ἐστίν, τὰ δὲ βοηθείας χάριν, ὥσπερ πολλὰ τῶν ἀγρίων καὶ τῶν ἡμέρων.

ὁ δʼ ἅνθρωπος πρὸς τε τὴν κοινὴν χρὴσιν καλῶς 2 ἔχει πεφυκότας, τοὺς μὲν προσθίους ὀξεῖς, ἵνα διαιρῶσι, τοὺς δὲ γομφίους πλατεῖς, ἵνα λεαίνωσιν. ὁρίζουσσι δ ἑκατέρους οἱ κυνόδοντες, μέσοι τὴν φύσιν ἀμφοτέρων ὄντες · τό τε γὰρ μέσον ἀμφοτέρων μετέχει τῶν ἄκρων, οἵ τε κυνόδοντες τῇ μὲν ὀξεῖς τῇ δὲ πλατεῖς εἰσίν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἅλλων ζῴων, ὅσα μὴ πάντας ἔχουσιν ὀξεῖς. μάλιστα δὲ καὶ τούτους τοιούτους καὶ τοσούτους πρὸς τὴν διάλεκτον· πολλἀ γὰρ πρὸς τὴν γένεσιν τῶν γραμμάτων οἱ πρὸσθιοι τῶν ὀδόντων συμβάλλονται.

ἔυια δὲ τῶν ζῷόων, ὥσπερ 3 είπομεν, τροφῆς χάριν ἔχει μόνον. ὅσα δὲ καὶ πρὸς βοήθειάν τε καὶ πρὸς ἀλκήν, τὰ μὲν χαυλιόδοντας ἔχει, καθάπερ ὗς, τὰ δʼ ὀξεῖς καὶ ἐπαλλάττοντας, ὅθεν καρχαρόδοντα καλεῖται. ἐπεὶ γὰρ ἐν τοῖς ὀδοῦσιν ἡ ἐσχὑς αὑτῶν, τοῦτο δὲ γίνοιτʼ ἄν διἀ τὴν ὀξύτητα, οί χρὴσιμοι πρὸς τὴν ἀλκὴν ἐνναλλὰξ ἐμπίπτουσιν, ὅπως μὴ ἀμβλύνωνται τριβόμενοι πρὸς ἀλλήλους

οὐδὲν δὲ τῶν ζῷων ἐστὶν ἅμα καρχαρὸδουν καὶ χαυλιόδουν,4 διὰ τὸ μηδὲν μάτην ποιεῖν τὴν φύσιν μηδὲ περίεργον· ἔστι δὲ τῶν μὲν διὰ πληγῆς ἡ βοήθεια, τῶν δὲ διὰ δήγματος. διόπερ αἱ θήλειαι τῶν ὑῶν δάκνουσιν· οὐ γὰρ ἔχουσι χαυλιόδοντας.

καθόλου δὲ 5 χρεὼν τι λαβεῖν, α καὶ ἐπὶ τούτων καὶ ἐπὶ πολλῶνν τῶν ὕστερον λεχθησομένων ἔσται χρήσιμον. τῶν τε γὰρ πρὸς ἀλκήν τε καὶ βοήθειαν ὀργανικῶν μορίων

60
ἓκαστα ἀποδίδωσιν ἡ φύσις τοῖς δυναμένοις χρῆσθαι μόνοις ἦ μάλλον, μάλιστα δὲ τᾧ μάλιστα, οἷον κέντρον, πλ ῆκτρον, κέρατα, χαυλιόδοντας καὶ εἴ τι τοιἕτερον. ἐπεὶ δὲ τὸ ἄρρεν ίσχυρότερον καὶ θυμικωτερον, τὰ μὲν μόνα τὰ δὲ μἅλλον ἔχει τὰ τοιαῦτα τῶν μορίων. ὅσα μὲν γὰρ ἀναγκαῖον καὶ τοῖς θήλεσιν ἔχειν, οἷον τὰ πρὸς τὴν τροφήν, ἔχουσι μὲν ἧττον δʼ ἓχουσιν, ὅσα δὲ πρὸς μηδὲν τῶν ἀναγκαίων, οὐκ ἔχουσιν.

6 καὶ διὰ τούτο τῶν ἐλάφων οἱ μὶν ἄρρενες [*](662, a) ἔχουσι κέρατκ, αἱ δὲ θήλειαι οὐκ ἔχουσιν. διαφέρει δὲ καὶ τὰ κέρατα τῶν θηλειῶν βοῶν καὶ τῶν ταύρων· ὁμοίως δὲ καὶ ἐν τοῖς προβάτοις. καὶ πλῆκτρα τῶν ἀρρένων ἐχόντων αἱ πολλαὶ τῶν θηλειῶν οὐκ ἔχουσιν.

7 ώς δʼ αὕτως ἔχει τοῦτο καὶ ἐπὶ τῶν ἅλλων τῶν τοιούτων.   σἱ δʼ ἐχθύες πάντες εἰσὶ καρχαρόδοντες, πλὴν τού ἑνὸς τού καλουμένου σκάρου· πολλοὶ δʼ ἔχουσι καὶ ἐν ταῖς γλύότταις ὀδόντας καὶ ἐν τοῖς οὐρανοῖς. τούτου δʼ σἴτίον ὅτι ἀναγκαῖον ἐν ὑγροῖς οὐσί παρτὸ ὑγρὸν ἅμα τῇ τροφξ, καὶ τούτο ταχέως ἐκπέμπειν. οὐ γὰρ ἐνδέχεται λεαίνοντας διατρίβεινʼ εἰσρέοι γὰρ ἄν τὸ ὑγρὸν είς τὰς κοιλίας. διὰ τοῦτο πάντες εἰσὶν ὀξεῖς πρὸς τὴν διαίρεσιν. πάλιν καὶ πολλοὶ καὶ πολλαχῃ, ἵνα ἀντὶ τοῦ λεαίνειν εἰς πολλἀ κερματίζωσι τῷ πλήθει. γαμέψοὶ δὲ διὰ τὸ τὴν ἀλκὴν σχεδὸν ἅπασαν αὐτοῖς διὰ τούτων εἶναι.

8 Eὅχει δὲ καὶ τὴν τοῦ στόματος φύσιν τὰ ζῷα τούτων τε τῶν ἔργων ἕνεκα καὶ ἔτι τῆς ἀναπνοῆς, ὅσα ἀναπνεῖ τῶν ζώων καὶ καταψύχεται θύραθεν. ἡ γὰρ φύσις αὐτὴ καθʼ αὐτὴν, ὤσπερ εἴπομεν, τοῖς κοινοῖς πάέντων μορίοις είς πολλὰ τῶν ἰδίων καταχρῆται, οἷον καὶ ἐπὶ τού στόματος ἢ μὲν τροφὴ πάντων κοινόν, ἡ δʼ ἀλκὴ τινῶν ἰδίον καὶ ὁ λόγος ἑτέρων, ἔτι

61
δὲ τὸ ἀναπνεῖν οὐ πάντων κοινὸν.

ἡ δὲ φύσις ἅπσυνήγαγεν 9 εἰς ἕν, ποιούσα διαφορὰν αὐτού τοῦ μορίου πρὸς τὰς τῆς ἐργασίας διαφοράς. διὸ τὰ μέν ἐστι συστομώτερα, τὰ δὲ μεγαλὸστομα. ὅσα μὲν γὰρ τροφῆς καὶ ἀναπνοῆς καὶ λόγου χάριν, συστομώτερα, τῶν δὲ βοηθείας χάριν τὰ μὲν καρχαρὸδοντα πάντα ἀνερρωγότα. οὕσης γὰρ αὐτοῖς τὴς ἀλκῆς ἐν τοῖς δήγμασι χρήσιμον τὸ μεγάλην εἶναι τὴν ἀνάπτυξιν τού στὸματος· πλείοσι γὰρ καὶ κατὰ μεῖξον δήξεται, ὅσονπερ ἄν ἐπὶ τὸ πλέον ἀνερρώγῃ τὸ στόμα. ἔχουσι δὲ καὶ τῶν ἰχθύων οἱ δηκτικοὶ καὶ σαρκοφάγοι τοιοῦτον στόμα, οἱ δὲ gὴ σαρκοφάγοι μύουρον · τοιοὺτον γὰρ αὐτοῖς χρήσιμον, ἐκεῖνο δὲ ἂχρηστον.

τοῖς δʼ 10 ὄρνισίν ἐστι τὸ καλούμενον ῥύγχος στόμα· τοῦτο γὰρ ἀντὶ χειλῶν καὶ ὀδόντων ἔχουσιν. διαφέρει δὲ τοῦτο κατὰ τὰς χρήσεις καὶ τὰς βοηθείας. τὰ μὲν γὰρ γαμψὸνυχα καλούμενα διὰ τὸ σαρκοφαγεῖν καὶ μηδενὶ τρέφεσθαι καρπῷ γαμμ ψὸν ἔχει τὸ ῥύγχος ἅπαντα· χρήσιμον γὰρ πρὸς τὸ κρατεῖν καὶ βιαστικύότερον τοιούτο πεφυκὸς.

ἥ δʼ ἀλκὴ ἐν τούτῳ τε καὶ τοῖς 11 ὄνυξι· διὸ καὶ τοὺς ὄνυχας γαμ ψοτέρους ἔχουσιν. τῶν δʼ ἄλλων ἑκάστῳ πρὸς τὸν βίον χρήσιμόν ἐστι τὸ ῥύγχος, οἷον τοῖς μὲν δρυοκόποις ίσχυρὸν καὶ σκληρόν, καὶ κὸραξι καὶ κορακύδεσι, τοῖς δὲ μικροῖς γλαφυρὸν πρὸς τὰς συλλογὰς τῶν καρπῶν καὶ τὰς λήψεις τῶν ζφδαρίων.

ὅσα δὲ ποηφάγα καὶ ὅσα παρʼ 12 ἓλη ζῇ, καθάπερ τὰ πλωτὰ καὶ στεγανὸποδα , τὰ μὲν ἄλλον τρόπον χρήσιμον ἔχει τὸ ῥύγχος, τὰ δὲ πλατύρυγχα αὐτῶν ἐστίν· τοιούτῳ γὰρ ὄντι ῥᾳδίως δύνατʼ ὀρύσσειν, ὥσπερ καὶ τῶν τετραπόδων τὸ τῆς ὑός· καὶ γὰρ αὕτη ῥιζοφάγος. ἔτι δʼ ἕχουσι καὶ τὰ ῥιζοφάγα τῶν ὀρνέων καὶ τῶν ὁμοιοβίων ἔνια τὰ ἄκρα

62
τού ῥύγχους κεχαραγμένα· ποηφάγοις γὰρ τούτοις οὺσι ποιεῖ ῥᾳδίως.

13 Περὶ μὲν σὖν τῶν ἄλλων μορίων τῶν ἐν τῇ κεφαλ ῇ σχεδὸν εἴρηται, τῶν δʼ ἀνθρύπων καλεῖται τὸ μεταξύ της κεφαλῆς καὶ τοῦ αὐχένος πρὸσωπον, ἀπὸ τῆς πράξεως αὐτῆς ὀνομασθέν, ὡὸς ἔοικεν· διὰ γὰρ τὸ μόνον ὀρθὸν εἶναι τῶν ζῴων μόνον πρόσωσθεν ὄπωπε καὶ τὴν φωνὴν είς τὸ πρόσω διαπέμπει.

2 Περὶ δὲ κεράτων λεκτέον· καὶ γὰρ ταύτα πέφυκε τοῖς ἔχουσιν ἐν τῇ κεφαλῇ. ἔχει δʼ οὐδὲν μὴ ζῳοτόκον. καθʼ ὁμιοιὸτητα δὲ καὶ μεταφορὰν λέγεται καὶ ἑτέρων τινὧν κέρατα· ἀλλ’ οὐδενὶ οὐτῶν τὸ ἔργον τοῦ κέρατος ὑπάέρχει. βοηθείας γὰρ καὶ ἀλκῆς χάέρι, ἔχουσι τὰ ζῳοτόκα, ὂ τῶν ὄλλων τῶν λεγομένων ἔχειν κέρας οὐδενὶ συμβέβηκεν· οὐδὲν γὰρ χρῆται τοῖς κέρασιν οὔτʼ ἀμυνὸμενον οὕτε πρὸς τὸ κρατεῖν, ἅπερ ἰσχύος ἐστὶν ἔργα.

2 ὅσα μὲν οὖν πολυσχιδῆ τῶν ζῴων, οὐδὲν ἔχει κέρας. τούτου δʼ αἱττιον ὅτι τὸ μὲν κέρας βοηθείας σἴτίον ἐστε, τοῖς δὲ πολυσχιδέσιν ὑπάρχουσιν ἕτεραι βοήθειαι· δέδωκε γὰρ ἡ φύσις τοῖς μὲν ὄνυχας, τοῖς δʼ ὀδόντας μαχητικούς, τοῖς δʼ ἄλλο τι μόριον ίκανὸν ἀμύνειν.

3 τῶν δὲ διχαλῶν τὰ μὲν πολλὰ κέρατα ἔχει πρὸς ἀλκὴν, καὶ τῶν μωνύχων ἔνια,[*](663,a) τὰ δὲ καὶ πρὸς βοήθειαν. ὅσοις δὲ μὴ δέδωκεν ἡ φύσις ἄλλην ἀλκὴν πρὸς σωτηρίαν, οἷον ταχυτῆτα σώματος, καθάπερ τοῖς ἵπποις βεβοήθηκεν, ἤ μέγεθος, ὥσπερ ταῖς καμήλοις· καὶ γὰρ μεγέθοας ὺπερβολὴ τὴν ἀπὸ τῶν ἄλλων ζῴων φθορὰν ίκανὴ κωλύειν, ὅπερ συμβέπηκε ταῖς καμήλοις, ἔτι δὲ μάλλον τοῖς ἐλέφοασιν. τὰ δὲ χαυλιόδοντα, ὥσπερ καὶ τὸ τῶν ὑῶν γένος, διχαλὸν.