Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

ἀλλὰ μὴν ἔξω γε τούτων εἰς οὐδὲν ἄλλο τὴν τύχην ἄν τις τάξειεν, ὥστε δῆλον ὅτι τούτων ἄν τι εἴη. νοῦς μὲν δὴ καὶ λόγος καὶ ἐπιστήμη παντελῶς ἀλλότριόν τι ἔοικεν εἶναι. ἀλλὰ μὴν οὐδʼ ἡ ἐπιμέλεια καὶ ἡ εὔνοια παρὰ τοῦ θεοῦ δόξειεν ἂν εἶναι εὐτυχία διὰ τὸ καὶ ἐν τοῖς φαύλοις ἐγγίγνε- σθαι·

τὸν δὲ θεὸν τῶν φαύλων οὐκ εἰκὸς ἐπιμελεῖσθαι. λοιπὸν τοίνυν καὶ οἰκειότατον τῆς εὐτυχίας ἐστὶν ἡ φύσις. ἔστιν δʼ ἡ εὐτυχία καὶ ἡ τύχη ἐν τοῖς μὴ ἐφʼ ἡμῖν οὖσιν, μηδʼ ὧν αὐτοὶ κύριοί ἐσμεν καὶ δυνατοὶ πρᾶξαι. διὸ τὸν δίκαιον, δίκαιος, οὐθεὶς λέγει εὐτυχῆ οὐδὲ τὸν ἀνδρεῖον οὐδʼ ὅλως τῶν κατʼ ἀρετὴν οὐδένα· ἐφʼ ἡμῖν γάρ ἐστι ταῦτα καὶ ἔχειν καὶ μὴ ἔχειν. ἀλλʼ ἤδη ἐπὶ τοῖς τοιούτοις οἰκειότερον τὴν εὐτυ- χίαν ἐροῦμεν· τὸν γὰρ εὐγενῆ εὐτυχῆ λέγομεν, καὶ ὅλως ᾧ τὰ τοιαῦτα τῶν ἀγαθῶν ὑπάρχει, ὧν μὴ αὐτὸς κύριος ἐστίν.

ἀλλʼ ὅμως οὐδʼ ἐνταῦθα κυρίως ἂν ἡ εὐτυχία λέγοιτο. ἔστιν δὲ πολλαχῶς ὁ εὐτυχὴς λεγόμενος· καὶ γὰρ ᾧ παρὰ τὸν λογισμὸν τὸν αὐτοῦ συνέβη τι ἀγαθὸν πρᾶξαι, εὐτυχῆ φαμέν, καὶ ᾧ κατὰ λόγον ζημίαν ἦν λαβεῖν, τὸν τοιοῦτον κερδάναντα εὐτυχῆ φαμέν.

ἔστιν οὖν ἡ εὐτυχία ἐν τῷ ἀγαθόν τι ὑπάρξαι παρὰ λόγον καὶ ἐν τῷ κακὸν μὴ λαβεῖν εὔλο- γον. ἀλλὰ μᾶλλον καὶ οἰκειότερον ἡ εὐτυχία ἂν δόξειεν εἶναι ἐν τῷ ἀγαθὸν λαβεῖν· τὸ μὲν γὰρ ἀγαθὸν λαβεῖν καθʼ αὐτὸ δόξειεν ἂν εὐτύχημα εἶναι, τὸ δὲ κακὸν μὴ λα- βεῖν κατὰ συμβεβηκὸς εὐτύχημα.

ἔστιν οὖν ἡ εὐτυχία ἄλο- γος φύσις· ὁ γὰρ εὐτυχής ἐστιν ὁ ἄνευ λόγου ἔχων ὁρμὴν [*](11. τοῦτο δʼ οὐ] τοῦτʼ οὐ Kb, τοῦτʼ οὐδὲ P2, καὶ τοῦτʼ οὐ Ad. || τῷ om. Π1Bk.Bu. || 12. ἄντιστάξειεν pr. Kb (crx. rc.), τά- ξειεν ἄν τις M° || 13. τι Π1B?. Va, τις Π2 || 16. καὶ om. B?Ald. 20. δίκαιος om. Ald. || 21. δίκαιον Kb || 24. λέγομεν Π1B?Ald. || ἐροῦμεν || 25. τὰ om. Π1 || 26. ἂν κυρίως εὐτυχία KbAld. (fors. recte) || 30. κερδάνοντα Ald. et pr. Kb (crx. rc.) || ἐν add. BfVa. Bu. || τὸ P2 || 31. ὑπάρξαι] πρᾶξαι KbP2Va. || καὶ — εὔ- λογον om. Ald. || τι post κακόν add. P1.2. Par. 1417, 1855 || 34. καθʼ] καὶ καθʼ P2, ὃ καὶ καθʼ Ald. || ἂν om. Π1, ἢ pr. Pb (crx. rc.). )

81
πρὸς τἀγαθά, καὶ τούτων ἐπιτυγχάνων, τοῦτο δʼ ἐστὶ φύσεως· ἐν γὰρ τῇ ψνχῇ ἔνεστιν τῇ φύσει τοιοῦτον ᾧ ὁρψῶμεν ἀλό- γως πρὸς ἂν εὖ ἔχωμεν,

καὶ εἴ τις ἐρωτήσειε τὸν οὕτως [*](1207b) ἔχοντα, διὰ τί τοῦτο ἀρέσκει σοι οὕτω πράτειν; οὐκ οἶδα, φησίν, ἀλλʼ ἀρέσκει μοι, ὅμοιον πάσχων τοῖς ἐνθουσιάζουσιν· καὶ γὰρ οἱ ἔνθουσιάζοντες ἄνευ λόγον ὁρμὴν ἔχουσι πρὸς τὸ πράττειν τι.

τὴν δʼ εὐτυχίαν οὐκ ἔχομεν ρἰκείῳ καὶ ἰδίῳ ὀνόματι προσαγορεύειν, ἀλλʼ αἰτίαν πολλάκις φαμὲν εἶναι αὐτήν· ἡ δʼ αἰτἰα ἀλλότριον τοῦ ὀνόματος. ἡ γὰρ αἰτία καὶ οὗ ἐστιν αἰτία ἄλλο ἐστίν, καὶ ἄνευ ὁρμῆς τῆς ἐπιτυγχανούσης τῶν ἀγαθῶν αἰτία λεγομένη, οἷον ἡ τοῦ κακὸν μὴ λαβεῖν ἢ πάλιν τοῦ μὴ οἰόμενον ἀγαθὸν λήψοσθαι ἀγαθὸν λαβεῖν.