Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἔσπτιν οὖν ἡ τοιαύτη εὐτυχία διάφορος ἐκείνης, καὶ ἔοικεν αὕτη ἐκ τῶν πραγιάτων τῆς μεταπτώσεως γίνεσθαι, καὶ κατὰ συμβεβηκὸς εὐτνχία. ὥστ’ εἰ καὶ ἡ τοιαύτη ἐστὶν εὐτυχία, ἀλλʼ οὖν πρές γε τὴν εὐδαμονίαν ἡ τοιαύτη ἂν εἴη εὐτυχία οἰκειοτέρα, ἧς ἐν αὐτῷ ἡ ἀρχὴ τῆς ὁρμῆς τῶν ἀγαθῶν ἐστι τῆς ἐπιτεύξεως.

ἐπεὶ οὖν ἐστιν ἡ εὐδαιμονία οὐκ ἄνερ τῶν ἔκτὸς ἀγαθῶν, ταῦτα δὲ γίνεται ἀπὸ τῆς εὐτυχίας, οἷον ἀραίως ἔφαμεν, συνεργὸς ἂν εἴη τῇ εὐδαιμονίᾳ.

περὶ μὲν οὖν εὐτυχίας τοσαῦτα· ἐπειδὴ δὲ ὑπὲρ ἑκάστης τῶν ἀρετῶν κατὰ μέρος εἰρήκαμεν, λοιπὸν ἂν εἴη καθόλου συνθέσας τὰ καθʼ ἕκαστα κεφαλαιωσαμένους εἰπεῖν.

ἔστι μὲν οὖν οὐ κακῶς λεγόμενον τρὔνομα ἐπὶ τοῦ τελέως σπουδαίου, ἡ καλοκἀγαθία. καλὸς κἀγαθὸς γάρ, φασίν, ὅταν τελέως σπουδαῖος ᾖ. ἐπὶ γὰρ τῆς ἀρετῆς τὸν [*](1207b, 19—1208a, 4 ═ E. E. 1248b, 8—1249a, 16.) [*](38. ψυχῇ Π1BfVa., τύχη Π2 || 1207b, 3. φήσει? Susem. || 9. αἰτία λεχομενη secl. Scaligar || 10. τὸ Π1 || 11. διάφορος Π1BfVa., ἀδιάφορος || 12. αὐτὴ Ald.Bk. || 13. ὥστʼ — 14. εὐτυχία om. Z Mb Par. 2024 et, quamquam ὥστε sub fine folii habet, in initio sequentis Ald. || 15. αὐτῇ Scaliger || 19.παῦτα Π1 || 21. συνθέντα Π2P2, ουντεθέντα Ald. ||24. φασίν Casaubonus, φησίν Π Ald.Bk Bu.|| ᾖ om. Π1 et pr. Pb (suppl. rc.). Aristoteles, Ethica m, ed Susemihl.)

82
καλὸν κἀγαθὸν λέγουσιν, οἷον τὸν δίκαιον καλὸν κἀγαθὸν φασί, τὸν ἀνδρεῖον, τὸν σώφρονα, ὅλως ἐπὶ τῶν ἀρετῶν.

ἐπειδὴ οὖν εἰς δύο διαιροῦμεν, καὶ τὰ μέν φαμεν εἶναι καλὰ τὰ δὲ [καὶ] ἀγαθά, καὶ τῶν ἀγαθῶν τὰ μὲν ἁπλῶς ἀγαθὰ τὰ δὲ οὔ, καὶ καλὰ μὲν οἷον τὰς ἀρετὰς καὶ τὰς ἀπʼ ἀρετῆς πράξεις, ἀγαθὰ δὲ [οἷον] ἀρχὴν πλοῦτον δόξαν τιμὴν τὰ τοιαῦτα· ἔστιν οὖν ὁ καλὸς κἀγαθὸς τὰ ἀπλῶς ἀγαθά ἐστιν ἀγαθὰ καὶ τὰ ἀπλῶς καλὰ καλὰ ἐστίν.

ὁ τοιοῦτος γὰρ καλὸς καὶ ἀγαθός. δὲ τὸ ἀπλῶς ἀγαθὰ μή ἐστιν ἀγαθά, οὐκ ἔστι καλὸς καὶ ἀγαθός, ὥσπερ οὐδὲ ὑγιαίνειν ἂν δόξειεν τὰ ἀπλῶς ὑγιεινὰ μὴ ὑγιεινὰ ἐστίν. εἰ γὰρ ὁ πλοῦτος καὶ ἡ ἀρχὴ παραγινόμενά τινα βλάπτοιεν, οὐκ ἂν αἱρετὰ εἴη, ἀλλὰ τὰ τοιαῦτα ὅσα αὐτὸν μὴ βλάψει, βουλήσεται αὐτῷ εἶναι.

ὁ δὲ τοιοῦτος ὢν [*](1208a) οἷος ὑποστελλόμενός τι τῶν ἀγαθῶν πρὸς τὸ μὴ εἶναι αὐτῷ, οὐκ ἂν δόξειεν καλὸς κἀγαθὸς εἶναι· ἀλλʼ ᾧ τἀγαθὰ πάντα ὄντα ἀγαθά ἐστιν καὶ ὑπὸ τούτων μὴ διαφθείρεται, οἷον ὑπὸ πλούτου καὶ ἀρχῆς, ὁ τοιοῦτος καλὸς κἀγαθός.