Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

— ἀλλὰ δὴ καὶ ταῦτʼ ἂν τις ἀπορήσειεν· ἐπε γὰρ δοκεῖ ὁ σώφρων καὶ ἐγκρατὴς εἶναι, πότερον τῷ σώφρονί τι ποιήσει σφοδρὰς [*](38—1201 a, 6 ═ 1145b, 31—1146a, 4 || 1201a, a, 6—9 ═ E. N. 1146a, 4—9, cf. Ramsauer p. 18 sq. || 9—10 ═ E. N. 1146a, 9—16.) [*](34. οὐκ et γὰρ add. KbAld. Va,. om. Π2P2Bk.Bu. (fors. recte) 37. ἐναντιοῦται 〈∗∗αὐ-〉τῷ μὴ aut ἐναντιοῦται τῷ [μὴ] Spengelius, ἐναντιοῦται 〈,ὥστʼ αὐ-〉τῷ μὴ? Susem. || 1201a, 3. οὐ Π2Ald. Va. et pr. Kb, eras. corr. Kb, om. P2Bk.Bu. || 4. δοξάσαντα Mb, δόξαντα P || 9. ἐποίουν om. Π1 et pr. Pb (suppl. mg.), sect. Susema. || συμβαίνει P2Ald. || 11. πρότερον P2 et pr. Kb (crx. rc.).)

61
ἐπιθυμίας; εἰ μὲν οὖν ἔσται ἐγκρατής, σφοδρὰς δεήσει αὐτὸν ἔχειν ἐπιθυμίας (οὐ γὰρ ἂν εἴποις ἐγκρατῆ, ὅστις μετρίων ἐπιθυμιῶν κρατεῖ)· εἰ δὲ γε σφοδρὰς [μὴ] ἕξει ἐπιθυμίας, οὐκέτι ἔσται σώψρων (ὁ γὰρ σώφρων ἐστὶν ὁ μὴ ἐπιθυμῶν μηδὲ πάσχων μηθέν).

— ἔχει δέ καὶ τὰ τοιαῦτα πάλιν ἀπορίαν, συμβαίνει γὰρ ἐκ τῶν λόγων καὶ τὸν ἀκρατῆ ποτε ἐπαινιτὸν εἶναι καὶ τὸν ἐγκρατῆ ψεκτόν. ἔστω γάρ τις, φησίν, ἀιημαρτηκὼς τῷ λογισμῷ, καὶ δοκείτω αὐτῷ λογιζομένῳ τὰ καλὰ εἶναι φαῦλα, ἡ δʼ ἐπιθυμία ἀγέτα ἐπὶ τὰ καλά· οὐκοῦν ὁ μὲν λόγος οὐκ ἐάσει πράττειν, ὑπὸ δὲ τῆς ἐπιθυμίας ἀγόμενος πράσσει (τοιοῦτος γὰρ ἦν ὁ ἀκρατής)· πράξει ἄρα τὰ καλά, ἡ γὰρ ἐπιθυμία ἐπὶ ταῦτα ἀγέτω (ὁ δὲ λόγος κωλύσει· διαμαρτανέτω γὰρ τῷ λογισμῷ τῶν καλῶν)· οὐκοῦν οὗτος ἀκρατὴς μὲν ἔσται, ἐπαινετὸς μέντοι· γὰρ πράττει τὰ καλὰ, ἐπαινετός. ἄτοπον δὴ τὸ συμβαῖνον.

πάλιν δʼ αὗ διαμαρτανέτω τῷ λόγῳ, καὶ τὰ καλὰ αὐτῷ μὴ δοκείτω καλὰ εἶναι, ἡ δʼ ἐπιθυμία ἀγέτω ἐπὶ τὰ καλά· ἐγκρατὴς δέ γέ ἐστιν ὁ ἐπιθυμῶν μέν, μὴ πράττων δὲ ταῦτα διὰ τὸν λόγον· οὐκοῦν ὁ διαμαρτάνων τῷ λόγῳ τῶν καλῶν κωλύσει ὧν ἐπιθυμεῖ πράττειν, κωλύει ἄρα τὰ καλὰ πράττειν (ἐπὶ ταῦτα γὰρ ἡ ἐπιθυμία ἤγαγεν)· ὁ δέ γε τὰ καλὰ μὴ πράττων δέον πράττειν ψεκτός· ὁ ἄρα ἐγκρατὴς ἔσται ποτε ψεκτός. ἄτοπον δὴ καὶ οὕτω τὸ συμβαῖνον.