Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

— πότερον δʼ ἡ ἀκρασία καὶ ὁ [*](16—35 ═ E. N. 1146a, 16—21 (cf. 21—31), cf. Ramsauer p. 17 || 35—39 E. N. 1146b, 2—5.) [*](12. αὐτὸν post 13. ἔχειν P2Ald. 14. μὴ sect. Rassovius Susem. || ἕξοι KbP2 || 15. ὁ] οὐ Π1Pb Va.Bk.Bu. || ἐστὶν Rassovins, ἔσται ΠAld.Bk.Bu. || 16. οὐθέν KbAld., μηθὲν c. c. Cv || πάλιν ante καὶ || 17. τῶν] τινων Rassovius (fors. recte) 22. πράξει ci. Rassovius || 27. δʼ om. Π2Bk.Bu. || 31. τῷ λόγῳ τῶν καλῶν aut corrupta aut mutilata, τῷ λόγῳ τῶν καλῶν 〈οὐ πράξει· ὁ γὰρ λόγος〉 Rassovius, λόγος τῶν καλῶν Bonitzius || κωλύσει 〈αὐτὸν〉 Scaliger || 32. κωλύσει? Susem. )

62
ἀκρατὴς ἐν ἅπασίν ἐστιν καὶ περὶ πάντα, οἷον περ χρήματα καὶ τιμὴν καὶ ὀργὴν καὶ δόξαν (περὶ γὰρ ταῦτα πάντα δοκοῦσιν ἀκρατεῖς εἶναι), ἢ οὔ, ἀλλὰ περί τι ἀφωρισμένον ἐστὶν ἡ ἀκρασία, ἀπερήσειεν ἄν τις.

[*](1201b)

τὰ μὲν οὖν τὴν ἀπορίαν παρέχοντα ταῦτʼ ἐστίν· ἀναγκαῖον δὲ λῦσαι τὰς ἀπορίας.

πρῶτον μὲν οὖν τὴν ἐπὶ τῆς ἐπιστήμης· ἄτοπον γὰρ ἐδόκει εἶναι ἐπιστήμην ἔχοντα ταύτην ἀποβάλλειν ἢ μεταπίπτειν.

ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῆς δόξης· οὐθὲν γὰρ διαφέρει δόξαν εἶναι ἐπιστήμην· εἰ γὰρ ἔσται ἡ δόξα σφοδρὰ τῷ βέβαιον εἶναι καὶ ἀμετάπειστον, οὐθὲν διοίσει τῆς ἐπιστήμης, δόξης ἐχούσης τὸ πιστεύειν οὕτως ἔχειν ὡς δοξάζουσιν, οἷον Ἡράκλειτος ὁ Ἐφέσιος τοιαύτην ἔχει δόξαν ὑπὲρ ὧν αὐτῷ ἐδόκει.