Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

πότερον δʼ ὁ σώφρων ἐγκρατὴς ἐστίν, ἠπορήθη μὲν ἐν τοῖς ἐπάνω, νῦν δὲ λέγωμεν. ἔστιν γὰρ ὁ σώφρων καὶ ἐγκρατής· ὁ γὰρ ἐγκρατής ἐστιν οὐ μόνον ὁ ἐπιθυμιῶν ἐνουσῶν ταύτας κατέχων διὰ τὸν λόγον, ἀλλὰ καὶ ὁ τοιοῦτος ὢν οἷος καὶ μὴ ἐνου- σῶν ἐπιθυμιῶν τοιοῦτος εἶναι οἷος εἰ ἐγγένοιντο κατέχειν.

ἔστιν δὲ σώφρων ὁ μὴ ἔχων ἐπιθυμίας φαύλας τόν τε λόγον τὸν περὶ ταῦτα ὀρθόν, ὁ δʼ ἐγκρατὴς ὁ ἐπιθυμίας ἔχων φαύλας τόν τε λόγον τὸν περὶ ταῦτα ὀρθόν· ὥστ ἀκολουθήσει τῷ σώφρονι ὁ ἐγ- κρετής, καὶ ἔσται 〈ὁ〉 σώφρων 〈ἐγκρατής, ἀλλʼ οὐχʼ ὁ ἐγκρατὴς σώφρων〉. ὁ μὲν γὰρ σώφρων ὁμὴ πάσχων, ὁ δʼ ἐγκρατὴς ὁ πά- σχων καὶ τούτων κρατῶν ἢ οἷός τε ὢν πάσχειν· οὐδέτερον δὲ τού- των τῷ σώφρονι ὑπάρχει· διὸ οὐκ ἔστιν ὁ ἐγκρατὴς σώφρων.

πότερον δὲ ὁ ἀκόλαστος ἀκρατὴς ἐστίν, ἢ ὁ ἀκρατὴς ἀκό- λαστος; ἢ οὐδετέρῳ ἕτερος ἀκολουθεῖ; ὁ μὲν γὰρ ἀκρατής ἐστιν [*](1203b, 12—23 ═ E. N. 1151b, 32—1152a, 3 || 24—1204a, 4 ═ E. N. 1152a, 4—6. cf. 1202b, 38 sqq. Ramsauer p. 33.) [*](8. ὁ post ἂν traiciendum esse ci. Casaubonus (nescio an recte) || 9. ἂν ἰάσαιτο Casaubonus, ἄν ἄσαιτο P2, ἂν εἴσαιτο Ald. Va., ἀνείσαιτο Kb, ἀνήαιτο Π2 (sed αιτο in ras. Pb), ἀν ἐά- σαιτο Scaliger || 10. οὔτι Rieckher, οὔτε ΠAd.Bk.Bu. || 11. ἐξα- σθενεῖ Π1Va., ἀσθενεῖ 13. λέγωμεν Va. Bas. et γρ. Victo- rius, λέγομεν ΠAld. || 14. ὁ—15. κατέχων corrupta esse iudicat Spengelius || 17. μήτε Spenge lius || δὲ Tauchnitziana || 18. ταύ- τας Spengelius || ὁ δʼ—19. ὀρθόν add. Kb Ald. Va. || δʼ Va.Bas.3 , τ᾿ Kb Ald. || τὸν δὲ Bas.3Bk. Bu. (Tauchm.) || 19. ταύτας Spen- gelius 20. καὶ] οὐ δʼ olim ci. Rassovius ||〈ὁ〉 σώφρων 〈ἐγκρα- τής, ἀλλʼ οὐχ ὁ ἐγκρατὴς σώφρων〉 Bonitzius Susem., 〈ἐγκρα- τὴς ὁ〉 σώφρων olim ci. Rassovius, ∗ ∗ σώφρων Bu. || 22. ἢ ὁ οἷός τε Ald., ἢ οἷός γε KbΡ2 ||ὢν om. KbAld. || πάσχειν unice verum esse demonstravit Breier, πάσχων 〈κρατεῖν〉 Bonitzius, πάσχειν ∗∗ Bu., κρατεῖν Rieckher, πάσχειν 〈καὶ κρατεῖν〉 haud male Spengselius, πάσχει pr K (crx. rc) || δὲ om. Π1 (suppl. rc. Kb).)

70
οὗ ὁ λόγος τοῖς πάθεσι μάχεται, ὁ δʼ ἀκόλαστος οὐ τοιοῦτος, ἀλλʼ ὁ τῷ πράττειν τὰ φαῦλα ἅμα τὸν λόγον σύνψηφον ἔχων· οὔτε δὴ ὁ ἀκόλαστος οἷος ὁ ἀκρατὴς οὔθʼ ὁ ἀκρατὴς οἷος ὁ ἀκόλαστος.

ἔτι δὲ καὶ φαυλότερος ὁ ἀκόλαστος τοῦ ἀκρατοῦς. δυσιατότερα γὰρ τὰ φυσικὰ τῶν ἐξ ἔθους γενο- μένων (καὶ γὰρ τὸ ἔθος διὰ τοῦτο δοκεῖ ἰσχυρὸν εἶναι, ὅτι εἰς φύσιν καθίστησιν)·