Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

— ἔτι δὲ καὶ εἴπερ [*](1213a, 4. ὁ ἄνθρωπος] ἀνθρώπῳ ci. Casaubonus et Scaliger || 5. ὃς secl. Susem. || 8. ἐπέσκεψιν Ald. Dk. Bu. (fors. recte) || 9. ἀλλ᾿] ἀλλὰ τῆς P2 || 11. * * τοισῦτος Susem. || 13. ἄλλος post φίλος tri. Sealiger 15. ἥδιστ᾿ ἂν Π || 18. μανθάνομεν Π1 Va. et pr. Pb (crx. rc.) || ταὐτὰ Mb Va., ταῦτα Π1 Pb || 19. δὲ] γὰρ? Susem. || 21. ἴδωμεν Kb, ἴδομεν P2 Ald. || 24. εἰ–26. γνωρίζειν 10. εἰ–24 ἐγώ, cf. Ramsauer p. 18.)

99
ἐστὶν καλόν, ὥσπερ ἐστίν, τὸ εὖ ποιεῖν ἔχοντα τὰ παρὰ τῆς τύχης ἀγαθά, τίνα εὖ ποιήσε; μετὰ τίνος δὲ συμβιώσετωι; οὐ γὰρ δὴ μόνος γε διάξει· τὸ γὰρ συμβιοῦν ἡδὺ καὶ ἀναγκαῖον. εἰ τοίνυν ταῦτα καλὰ καὶ ἡδέα καὶ ἀναγκαῖα, ταῦτα δὲ μὴ ἐνδέγεται εἶναι ἄνευ φιλίας, προσδέοιτʼ ἂν [*](1213b) ὁ αὐτάρκης φιλίας.

πότερον δὲ πολλοὺς κτητέον φίλους ἢ ὀλίγους; οὔτε δὴ πολλοὺς, ὡς ἁπλῶς εἰπεῖν, οὔτʼ ὀλίγους δεῖ [ἀεί]. πολλῶν μὲν γὰρ ὄντων ἔργον ἐφʼ ἕκαστον μερίσαι τὸ φιλεῖν. ἐφʼ ἁπάντων γὰρ καὶ τῶν ἄλλων ἐξαδυνατεῖ ἡμῶν ἡ φύσις ἀσθενὴς οὖσα πρὸς τὸ ἐπὶ πολὺ ἀφικνεῖσθαι. οὔτε γὰρ τῇ ὄψει ἐπὶ πολὺ ὁρῶμεν, ἀλλʼ ἐὰν πλέον ἀποστήσῃς τοῦ συμμέτρου, ἐλλείπει διὰ τὴν ἀσθένειαν τῆς φύσεως, οὔτʼ ἐπʼ ἀκοῆς, οὔτʼ ἐπὶ τῶν ἄλλων ὁμοίως ἁπάντων.