Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

τοῦτο δὲ γίνεται δι᾿ εὔνοιαν διὰ πάθος· πολλοῖς δὲ ἡμῶν ταῦτα ἐπισκοτεῖ πρὸς τὸ κρίνειν ὀρθῶς)· ὥσπερ οὖν ὅταν θέλωμεν αὐτοὶ αὑτῶν τὸ πρόσωπον ἰδεῖν, εἰς τὸ κάτοπτρον ἐμβλέψαντες εἴδομεν, ὁμοίως καὶ ὅταν αὐτο αὑτοὺς βουληθῶμεν γνῶναι, εἰς τὸν φίλον ἰδόντες γνωρίσαιμεν ἄν· ἔστι γάρ, ὡς φαμέν, ὁ φίλος ἕτερος ἐγώ.

εἰ οὖν ἡδὺ μὲν τὸ αὑτὸν εἰδέναι, τοῦτο δʼ οὐκ ἔστιν εἰδέναι ἄνευ ἄλλου φίλου, δέοιτʼ ἂν ὁ αὐτάρκης φιλίας πρὸς τὸ αὐτὸς αὑτὸν γνωρίζειν.