Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

τί μὲν οὖν ὁ θεὸς θεάσεται, ἀφείσθω· ὑπὲρ δὲ τῆς αὐταρκείας οὐ τῆς τοῦ θεοῦ τὴν σκέψιν ποιούμεθα, ἀλλʼ ἀνθρωπίνης, πότερον ὁ αὐτάρκης δεήσεται φιλίας ἢ οὔ; εἰ δή τις ἐπὶ τὸν φίλον ἐπιβλέψας ἴδοι τί ἐστι καὶ ὁποῖάς τις ὁ φίλος, * * τοιοῦτος οἷος ἕτερος εἶναι ἐγώ, ἄν γε καὶ σφόδρα φίλον ποιήσῃς, ὥσπερ τὸ λεγόμενον “ἄλλος οὗτος Ἡρακλῆς, ἄλλος φίλος ἐγώ.

” ἐπεὶ οὖν ἐστι καὶ χαλεπώτατον, ὥσπερ καὶ τῶν σοφῶν τινες εἰρήκασιν, τὸ γνῶναι αὑτόν, καὶ ἥδιστον (τὸ γὰρ αὑτὸν εἰδέναι ἡδύ), αὐτοὶ μὲν οὖν αὑτοὺς ἐξ αὑτῶν οὐ δυνάμεθα θεάσασθαι (ὅτι δʼ αὐτοὶ αὑτοὺς οὐ δυνάμεθα, δῆλον ἐξ ὧν ἄλλοις ἐπιτιμῶμεν, αὐτοὶ δὲ λανῦάνομεν ταὐτὰ ποιοῦντες·