Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

— πότερον δέ ποπε ὁ σπουδαῖος φιλήσει αὐτὸς ἑαυτὸν μάλιστα ἢ οὔ; ἔστι μὲν οὖν αὐτὸς αὑτὸν μάλιστα ὡς φιλήσει, ἔστι δʼ ὡς οὔ ἐπειδὴ γάρ φα- μεν τὸν σπουδαῖον ἐκστήσεσθαι τῶν ἀγαθῶν τῶν κατὰ τὸ συμφέρον τῷ φίλῳ, τὸν φίλον μᾶλλον αὑτοῦ φιλήσει.

ναί, ἀλλʼ ᾗ τούτων ἐξιστάμενος τῷ φίλῳ αὑτῷ τὸ καλὸν περι- [*](28–1212b, 23 ═ E. N. 1163a, 28–1169 b, 2.) [*](rc. Kb, ἐν τοῖς πρακτικοῖς P2 Ald., ἐν πρακτικοῖς c. c. Bk. Bu., se- cludenda esse ci. Susem. || 31. ἔσται Π1 Va. || 35. δεῖν ante αὑ- τοῖς || 37. αὑτῷ Susem., αὐτῷ cet. || 1212 b, 1. χρήσεσθαι ci. Sylburgius || 4. εἰ Π1 Va., ἢ Π 2 || 5. τὰ] κατὰ Scaliger, ποῦ— συμφέροντος—ἡδέος Spengelins, alterutrum, nisi fallor, verum || 9. αὑτὸν Π2 || 10. ὃς Mb et corr. Pb || ὃς Mb et corr. Pb, om. pr. Kb (ὡς suppl. rc.) || 12. τὸν–13. φίλφ om. P2 || 13. ἀλλʼ ἢ Ald., ἀλλὰ KbVa.)

97
ποιεῖται, ταύτῃ ἐξίσταται τῶν τοιούτων. ἔστι μὲν οὖν ὡς τὸν φίλον αὐτὸς αὑτοῦ μᾶλλον φιλεῖ, ἔστι δὲ ὡς αὐτὸς αὑτὸν μάλιστα· κατὰ μὲν γὰρ τὸ συμφέρον τὸν φίλον, κατὰ δὲ τὸ καλὸν καὶ ἀγαθὸν αὐτὸς αὑτὸν μάλιστα· αὑτῷ γὰρ ταῦτα περιποιεῖται κάλλιστα ὄντα.

ἔστι μὲν οὖν καὶ φιλάγαθος, οὐ φίλαυτος· μόνον γάρ, εἴπερ φιλεῖ αὐτὸς ἑαυτόν, ὅτι ἀγαθός. ὁ δὲ φαῦλος φίλαυτος· οὐδὲν γὰρ ἔχει διʼ ὃ φι- λήσει αὐτὸς ἑαυτὸν οἷον καλόν τι, ἀλλʼ ἄνευ τούτων αὐτὸς ἑαυτὸν φιλήσει, αὐτός. διὸ καὶ οὗτος ἂν κυρίως λέγοιτο φίλαυτος.

ἐχόμενον δʼ ἂν εἴη ὑπὲρ αὐταρκείας εἰπεῖν καὶ τοῦ αὐτάρκους, πότερον ὁ αὐτάρκης προσδεήσεται φιλίας, ἢ οὔ, ἀλλʼ αὐτὸς ἑαυτῷ αὐτάρκης ἔσται καὶ κατὰ τοῦτο. λέγουσι γὰρ τοιαῦτα καὶ οἱ ποιηταί·

  • “ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;”
  • ὅθεν καὶ ἡ ἀπορία γίγνεται, πότερον ὁ πάντα τἀγαθὰ ἔχων καὶ ὢν αὐτάρκης προσδεήσεται φίλου; ἢ τότε καὶ μάλιστα; τίνα γὰρ εὖ ποιήσει, ἢ μετὰ τοῦ συμβιώσεται; οὐ γὰρ δὴ μό- νος γε διάξει.