Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

ἐπεὶ δʼ ἐστίν, ὡς φαμέν, αὐτῷ πρὸς αὑτὸν φιλία, πότερον ὁ σπουδαῖος ἔσται φίλαυτος ἢ οὔ; ἔστιν δὲ φίλαυτος ὁ αὑτοῦ ἕνεκεν πάντα πράττων ἐν τοῖς κατὰ τὸ λυσιτελές. ὁ μὲν οὖν φαῦλος φίλαντος ἐστίν (αὐτὸς αὑτοῦ γὰρ ἕνεκεν πάντα πράττει)· ἀλλʼ οὐχ ὁ σπουδαῖος. διὰ τοῦτο γάρ ἐστι σπουδαῖος, ὅτι ἄλλου ἕνεκεν τοῦτο πράττει· διὸ οὐκ ἔστιν φί- λαυτος.

ἀλλʼ ὁρμῶσι μὲν ἅπαντες ἐπὶ τἀγαθά, καὶ οἴον- ται αὑτοῖς δεῖν μάλιστα ὑπάρχειν. τοῦτο δέ ἐστι μάλιστα φανερὸν ἐπὶ πλούτου καὶ ἀρχῆς. ὁ μὲν οὖν σπουδαῖος ἐκστή- σεται τούτων ἄλλῳ, οὐχ ὡς οὐ προσῇκον αὑτῷ μάλιστα, ἀλλʼ ἂν ὁρᾷ ἄλλον δυνησόμενον μᾶλλον τούτοις αὑτοῦ χρῆσθαι· οἱ δʼ ἄλλοι τοῦτο οὐ ποιήσουσι διʼ ἄγνοιαν (οὐ γὰρ [*](1212b) οἴονται κακῶς ἂν χρήσασθαι τοῖς τοιούτοις ἀγαθοῖς) ἢ διὰ φιλοτιμίαν τοῦ ἄρχειν.

ὁ δὲ σπουδαῖος οὐδέτερον τούτων πείσεται· διὸ οὐδὲ φίλαυτος κατά γε τὰ τοιαῦτα ἀγαθά. ἀλλʼ εἰ ἄρα, κατὰ τὸ καλόν. τούτου γὰρ μόνον ἄλλῳ οὐκ ἂν ἐκσταίη, τὰ δὲ συμφέροντα καὶ ἡδέα ἐκστήσεται.

τὴν μὲν οὖν κατὰ τὸ καλὸν αἵρεσιν φίλαντος ἔσται· τὴν δὲ κατὰ τὸ συμφέρον καὶ καθʼ ἡδονὴν λεγομένην οὐκ ἔσται ὁ σπουδαῖος, ἀλλὰ ὁ φαῦλος.