Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

λέγω δʼ οἷον [ἐστιν] ἔστι μὲν ὧν τὸ αὐτὸ τέλος τε καὶ ἐνέργεια, καὶ οὐκ ἄλλο τι παρὰ τὴν ἐνέργειαν τέλος, οἷον τῷ αὐλητῇ ἡ αὐτὴ ἐνέργεια καὶ τέλος (τὸ γὰρ αὐλεῖν καὶ τέλος αὐτῷ ἐστι καὶ ἐνέργεια), ἀλλʼ οὐ τῇ οἰκοδομικῇ (καὶ γὰρ ἕτερον τέλος παρὰ τὴν ἐνέργειαν)·

ἔστιν οὖν ἡ φιλία ἐνέργειά τις, οὐδὲν δέ ἐστιν ἄλλο τέλος παρὰ τὴν ἐνέργειαν τοῦ φιλεῖν, ἀλλὰ τοῦτο αὐτό. ὁ μὲν οὖν πατὴρ ἐνεργεῖ πως ἀεὶ μᾶλλον παρὰ τὸ αὑτοῦ τι εἶναι ποίημα τὸν υἱόν. τοῦτο δʼ ὁρῶμεν καὶ ἐπὶ τῶν ἄλλων ὄν· πάντες γὰρ πρὸς ὃ ἂν αὐτοὶ ποιήσωσιν, πρὸς τοῦτό πως καὶ εὖνοι εἰσίν.

ὁ οὖν πατὴρ εὐνοεῖ πως πρὸς τὸν υἱὸν αὑτοῦ ὄντα ποίημα, τῇ μνήμῃ καὶ τῇ ἐλπίδι ἀγόμενος· διὸ μᾶλλον φιλεῖ ὁ πατὴρ τὸν υἱὸν ἢ ὁ υἱὸς τὸν πατέρα.

δεῖ δὲ καὶ ὑπὲρ τῶν ἄλλων φιλιῶν τῶν λεγομένων καὶ [*](1212a) δοκουσῶν ἐπισκέψασθαι εἰ εἰσὶν φιλίαι. οἷον ἡ εὔνοια φιλία δοκεῖ.

ἁπλῶς μὲν οὖν οὐκ ἂν δόξειεν εἷναι ἡ εὔνοια φιλία (πολλοῖς γὰρ πολλάκις ἢ ἀπὸ τοῦ ἰδεῖν ἢ ἀπὸ τοῦ ἀκοῦσαί τι ὑπέρ τινος [*](18–39 ═ E. E. 1241a, 34 –b, 11. E. N. 1167b, 17 –1168a, 27 || 40 –1212a, 12 ═ E. E. 1241a, 1 —14. E. N. 1166b, 30—1167a, 21.) [*](22. εὐηργέτηκέ Π2P2 (f. r.) || 24. καὶ om. Kb Ald. Va. Bk.Bu.|| 25. ὑπάρχειν] εἶναι Ald. || 27 ἐστιν om. P2, secl. Casaubonus Bu.|| ὧν ci. Bk., rec. Bu., οὖν Π Ald. Va. Bk. in textu || τε om. 34. εἶναι post ποίημα || 36. εὖνοι ci. Sylburgius, εὔνοοί Π et editiones || 1212a, 2. εἶναι post ἡ εὔνοια Mb Bk.Bu., om. P2. )

95
ἀγαθὸν εὖνοι γινόμεθα· ἆῤ οὖν ἤδη καὶ φίλοι; ἢοὔ; οὐ γὰρ εἴ τις ἦν Δαρείῳ εὔνους ἐν Πέρσαις ὄντι, ὥσπερ ἴσως ἦν, εὐθέως καὶ φιλία ἦν αὐτῷ πρὸς Δαρεῖον)·

ἀλλʼ ἀρχὴ μὲν ἄν ποτε φιλίας ἡ εὔνοια δόξειεν εἶναι, γένοιτο δʼ ἂν ἡ εὔνοια φιλία, εἰ προσλάβοι βούλησιν τοῦ τἀγαθὰ δυνατὸς ὢν πρᾶξαι πράττειν ἐκείνου ἕνεκεν ἐστιν εὔνους.

— ἔστιν δʼ ἡ εὔνοια τοῦ ἤθους καὶ πρὸς τὸ ἦθος· οὐδεὶς γὰρ λέγεται εὔνους οἴνῳ ἢ ἄλλῳ τινὶ τῶν ἀψύχων ἀγαθῶν ἢ ἡδέων, ἀλλʼ ἄν τις ᾖ τὸ ᾖθος σπουδαῖος, πρὸς τοῦτον ἡ εὔνοια.

— οὐκ ἔστιν δὲ χωρὶς τῆς φιλίας ἡ εὔνοια, ἀλλʼ ἐν τῷ αὐτῷ· διὸ δοκεῖ φιλία εἶναι.

ἡ δʼ ὁμόνοιά ἐστιν μὲν σύνεγγυς τῇ φιλίᾳ, ἐὰν τὴν ὁμόνοιαν λάβῃς τὴν κυρίως λεγομένην. εἰ γάρ τις Ἐμπεδοκλεῖ ὁμοίως ὑπολαμβάνει καὶ δοκεῖ αὐτῷ τὰ στοιχεῖα εἶναι ἅ κἀκείνῳ, ἆρά γε οὗτος Ἐμπεδοκλεῖ ὁμονοεῖ; ἢ οὔ; ἐπεὶ περί τι ἄλλο τοιοῦτον.