Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

τῶν δὲ φιλιῶν ἁπασῶν τῶν εἰρημένων τούτων μάλιστά πως ἐγγίνεται τὸ φιλεῖν ἐν τῇ συγγενιῇ, καὶ ταῦτα ἐν τῇ πατρὶ πρὸς υἱόν. καὶ διὰ τί ποτε ὁ πατὴρ τὸν υἱὸν μᾶλλον φιλεῖ ἢ ὁ υἱὸς τὸν πατέρα; πότερον οὖν, ὡς ἔνιοι λέγοντες ὀρθῶς πρός γε τοὺς πολλούς, ὅτι ὁ μὲν πατὴρ εὐερ- γέτηκέν πως τὸν υἱόν, ὁ δʼ υἱὸς χάριν ὀφείλει τῆς εὐεργε- σίας;

αὕτη μὲν οὖν ἡ αἰτία [καὶ] ἐν τῇ κατὰ τὸ συμφέρον φι- λίᾳ δόξειεν ἂν ὑπάρχειν· ὥσπερ δὲ καὶ κατὰ τὰς ἐπιστή- μας ὁρῶμεν ἔχον, οὕτω πως ἔχει καὶ ἐνταῦθα.

λέγω δʼ οἷον [ἐστιν] ἔστι μὲν ὧν τὸ αὐτὸ τέλος τε καὶ ἐνέργεια, καὶ οὐκ ἄλλο τι παρὰ τὴν ἐνέργειαν τέλος, οἷον τῷ αὐλητῇ ἡ αὐτὴ ἐνέργεια καὶ τέλος (τὸ γὰρ αὐλεῖν καὶ τέλος αὐτῷ ἐστι καὶ ἐνέργεια), ἀλλʼ οὐ τῇ οἰκοδομικῇ (καὶ γὰρ ἕτερον τέλος παρὰ τὴν ἐνέργειαν)·

ἔστιν οὖν ἡ φιλία ἐνέργειά τις, οὐδὲν δέ ἐστιν ἄλλο τέλος παρὰ τὴν ἐνέργειαν τοῦ φιλεῖν, ἀλλὰ τοῦτο αὐτό. ὁ μὲν οὖν πατὴρ ἐνεργεῖ πως ἀεὶ μᾶλ- λον παρὰ τὸ αὑτοῦ τι εἶναι ποίημα τὸν υἱόν. τοῦτο δʼ ὁρῶ- μεν καὶ ἐπὶ τῶν ἄλλων ὄν· πάντες γὰρ πρὸς ὃ ἂν αὐτοὶ ποιήσωσιν, πρὸς τοῦτό πως καὶ εὖνοι εἰσίν.

ὁ οὖν πατὴρ εὐνοεῖ πως πρὸς τὸν υἱὸν αὑτοῦ ὄντα ποίημα, τῇ μνήμῃ καὶ τῇ ἐλπίδι ἀγόμενος· διὸ μᾶλλον φιλεῖ ὁ πατὴρ τὸν υἱὸν ἢ ὁ υἱὸς τὸν πατέρα.

[*](1212a) κουσῶν ἐπισκέψασθαι εἰ εἰσὶν φιλίαι. οἷον ἡ εὔνοια φιλία δοκεῖ.

ἁπλῶς μὲν οὖν οὐκ ἂν δόξειεν εἷναι ἡ εὔνοια φιλία (πολλοῖς γὰρ πολλάκις ἢ ἀπὸ τοῦ ἰδεῖν ἢ ἀπὸ τοῦ ἀκοῦσαί τι ὑπέρ τινος [*](18–39 ═ E. E. 1241a, 34 –b, 11. E. N. 1167b, 17 –1168a, 27 || 40 –1212a, 12 ═ E. E. 1241a, 1 —14. E. N. 1166b, 30—1167a, 21.) [*](22. εὐηργέτηκέ Π2P2 (f. r.) || 24. καὶ om. Kb Ald. Va. Bk.Bu.|| 25. ὑπάρχειν] εἶναι Ald. || 27 ἐστιν om. P2, secl. Casaubonus Bu.|| ὧν ci. Bk., rec. Bu., οὖν Π Ald. Va. Bk. in textu || τε om. 34. εἶναι post ποίημα || 36. εὖνοι ci. Sylburgius, εὔνοοί Π et editiones || 1212a, 2. εἶναι post ἡ εὔνοια Mb Bk.Bu., om. P2. )

95
ἀγαθὸν εὖνοι γινόμεθα· ἆῤ οὖν ἤδη καὶ φίλοι; ἢοὔ; οὐ γὰρ εἴ τις ἦν Δαρείῳ εὔνους ἐν Πέρσαις ὄντι, ὥσπερ ἴσως ἦν, εὐθέως καὶ φιλία ἦν αὐτῷ πρὸς Δαρεῖον)·

ἀλλʼ ἀρχὴ μὲν ἄν ποτε φιλίας ἡ εὔνοια δόξειεν εἶναι, γένοιτο δʼ ἂν ἡ εὔνοια φιλία, εἰ προσλάβοι βούλησιν τοῦ τἀγαθὰ δυνατὸς ὢν πρᾶξαι πράττειν ἐκείνου ἕνεκεν ἐστιν εὔνους.

— ἔστιν δʼ ἡ εὔνοια τοῦ ἤθους καὶ πρὸς τὸ ἦθος· οὐδεὶς γὰρ λέγεται εὔνους οἴνῳ ἢ ἄλλῳ τινὶ τῶν ἀψύχων ἀγαθῶν ἢ ἡδέων, ἀλλʼ ἄν τις ᾖ τὸ ᾖθος σπουδαῖος, πρὸς τοῦτον ἡ εὔνοια.

— οὐκ ἔστιν δὲ χωρὶς τῆς φιλίας ἡ εὔνοια, ἀλλʼ ἐν τῷ αὐτῷ· διὸ δοκεῖ φιλία εἶναι.

ἡ δʼ ὁμόνοιά ἐστιν μὲν σύνεγγυς τῇ φιλίᾳ, ἐὰν τὴν ὁμόνοι- αν λάβῃς τὴν κυρίως λεγομένην. εἰ γάρ τις Ἐμπεδοκλεῖ ὁμοίως ὑπολαμβάνει καὶ δοκεῖ αὐτῷ τὰ στοιχεῖα εἶναι ἅ κἀκείνῳ, ἆρά γε οὗτος Ἐμπεδοκλεῖ ὁμονοεῖ; ἢ οὔ; ἐπεὶ πε- ρί τι ἄλλο τοιοῦτον.

πρῶτον μὲν γὰρ οὐκ ἔστιν ἡ ὁμόνοια ἐν τοῖς νοητοῖς ἀλλʼ ἐν τοῖς πρακτοῖς, καὶ ἐν τούτοις οὐχ ᾗ νοοῦσι ταὐτόν, ἀλλʼ ᾗ ἅμα τῷ ταὐτὸν νοεῖν προαίρεσιν ἔχουσιν περὶ ἃ νοοῦσιν ἐπὶ ταῦτά. εἰ γὰρ ἐννοοῦσιν ἀμφότε- ροι ἄρχειν, ἀλλʼ ὃ μὲν αὑτὸν ὃ δʼ αὑτόν, ἆρά γε ἤδη ὁμονοοῦσιν; ἢ οὔ; ἀλλʼ εἰ κἀγὼ ἐμαυτὸν βούλομαι ἄρχειν κἀκεῖνος ἐμέ, οὕτως ἤδη ὁμονοοῦμεν.

ἔστι δὴ ὁμονοεῖν ἐν τοῖς πρακτοῖς μετὰ βουλήσεως ταὐτοῦ. περὶ ἄρχοντος ἄρα κα- τάστασιν ἐν πρακτοῖς τοῦ αὐτοῦ ἐστιν ἡ ὁμόνοια ἡ κυρίως λεγομένη.

[*](13–27 ═ E. E. 1241a, 15–33. E. N. 1167a, 22–b, 16.)[*](4. οὐ—6. Δαρεῖον respicere videtur Mich. Eph. in E. N. IX, 5. 1166 b, 30 f. 152r || 7. γίνοιτο? Susem. || δʼ] γὰρ? Susem. || 13. τῆς om. Mb Bk. Bu. || 17. ἐπεὶ περί τι (περὶ τὶ P2) CvP2, ἤπερ εἴ τι, ut videtur, Va., ἐπείπερ εἴτι c.c. Bk. Bu. || 18. 〈τὸ〉 τοιοῦτον Spengelius || 19. πρακτικοῖς Π1 (crx. rc. Kb) || οὐχ ᾗ νοοῦσι CcP2 et, ut videtur, rc. Pb ( super foramine), οὐχὶ νοοῦσι Mb et, ut videtur, pr. Pb, οὐκ ἐν- νοοῦσι Ald., οὐκ εὐνοοῦσι Κb, οὐκ ἐννοοῦσι aut οὐχὶ νοοῦσι Va. || 20. ταὐτὸν νοεῖν Bk., ταὐτὸ νοεῖν Casaubonus, τὸ ταυτὸν νοεῖν KbP2 Cv, τὸ ταυτονοεῖν Ald., τὸ ταυτὸν ἐννοεῖν Π2 || 25. πρακτοῖς rc. Kb, πρακτικοῖς c. c. Bk. Bu. || ἄρα] γὰρ? Susem. || 26. ἐν πρακτοῖς )
96