Magna Moralia

Aristotle

Aristotle, Magna Moralia, Susemihl, Teubner, 1883

ἀλλὰ ταῦτα πό- τερον φιλίας δεῖ εἰπεῖν, ἢ τῆς τελείας φιλίας τῆς κατʼ ἀρε- τὴν πάθη; ἐν ἐκείνῃ γὰρ τῇ φιλίᾳ πάντα ταῦτα ἐνυπάρχει· καὶ γὰρ συζῆν μετʼ οὐδενὸς ἄλλου ἂν θέλοιμεν (καὶ γὰρ τὸ ἡδὺ καὶ τὸ συμφέρον, καὶ ἡ ἀρετὴ τῷ σπουδαίῳ ὑπάρχει) καὶ τἀγαθὰ τούτῳ μάλιστα βουλοίμεθʼ ἂν, καὶ τὸ ζῆν καὶ τὸ εὖ ζῆν οὐκ ἄλλῳ τινὶ ἢ τούτῳ.

πότερον δʼ ἐστὶν αὐτῷ [φιλία] καὶ πρὸς αὑτὸν φιλία, ἢ οὔ, νῦν μὲν ἀφείσθω, ὕστερον δʼ ἐροῦμεν. πάντα δὲ βουλόμεθα ἡμῖν αὐτοῖς· καὶ γὰρ συζῆν μεθʼ ἡμῶν αὐτῶν βουλόμεθα (ἴσως δὲ τοῦ- το καὶ ἀναγκαῖον) καὶ τὸ εὖ ζῆν καὶ τὸ ζῆν καὶ τὸ βούλεσθαι τἀ- γαθόν, οὐκ ἄλλῳ τινί.

ἔτι ὁμοιοπαθεῖς ἡμῖν αὐτοῖς μάλιστα ἐσμέν· ἂν γὰρ προσπταίσωμεν ἢ ἄλλῳ τινὶ περιπέσωμεν τῶν τοιούτων, εὐθὺς λυπούμεθα. διὸ δόξειεν ἂν οὕτως εἶναι αὑτῷ πρὸς αὐτὸν φιλία.

τὰ δὴ τοιαῦτα, οἷον τὴν ὁμοιοπάθειαν καὶ [*](1211a) τὸ εὖ ζῆν καὶ τὰ ἄλλα, ἤτοι εἰς τὴν πρὸς ἡμᾶς αὐτοὺς φιλίαν ἀναφέροντες λέγομεν ἢ εἰς τὴν τελείαν· ἐν ἀμφοτέραις γὰρ πάντα ταῦτα ὑπάρχει· καὶ γὰρ [καὶ] τὸ συζῆν καὶ τὸ εἶναι βού- λεσθαι καὶ τὸ εὖ εἶναι καὶ τἆλλα πάντα ἐν ταύταις ἐστίν.

[*](33 —1211a, 5 ═ E. E. 1240a, 8–b, 39. E. N. 1166a, 1–b, 29.)[*](21. φιλῶν δὴ τούτων ἢ τυγχάνει ἢ οἴεται Scaliger || 23. τἀγα- θοῦ pr. Kb (crx. rc.), τἀγαθὰ editiones || 29. καὶ prius om. Π2 || 33. αὐτῷ Ald. Va. et rc. Kb, αὐτὸ (αὐτο PbP2) Π2 P2 et pr. Kb || φιλία prius del. Sylburgius Bk. Bu. || 36. καὶ τὸ εὖ ζῆν post καὶ τὸ ζῆν P2 (nescio an recte) || τῷ—τῷ—τῷ Scaliger || 1211a, 3. γὰρ Va. et rc. Kb, om. pr. Kb, δὲ c. c. Bk. Bu. || 4. καὶ post γὰρ om. Π1Bk. Bu. || συζῆν Π1 Va., ζῆν Π2 || 5 καὶ τὸ εὖ—b, 8. εἶναι)
92

φιλίαν εἶναι· διὸ καὶ ὅσα περ δικαίων εἴδη, τοσαῦτα καὶ φιλιὧν. τὸ δὴ δίκαιδν ἐστιν καὶ ξένῳ πρὸς πολίτην καὶ δούλῳ πρὸς δεσπότην καὶ πολίτῃ πρὸς πολίτην καὶ υἱῷ πρὸς πατέρα καὶ γυναικ πρὸς ἄνδρα, καὶ ὅσαι ἁπλῶς ἄλλαι κοινωνίαι καὶ φιλίαι ἔνεισιν ἐν ἑκάστοτς τούτων.

βεβαιοτάτη δʼ ἂν δόξειεν εἶναι τῶν φιλιῶν ἡ ξεντκή· οὐ γάρ ἐστιν σὖδὲν αὐτοῖς τέλος κοινὸν ὑπὲρ σὖ ἀμφισβητοθσιν, οἷον ἐν τοῖς πολίταις· διαμφισβητεῦντες γὰρ πρὸς ἀλλήλους κατὰ τὴν ὑπεροχὴν οὐ μένουσιν φίλοι ὄντες.

τὸν φιλία, ἢ οὔ. ἐπεὶ δʼ οὖν ὁρῶμεν, ὥσπερ καὶ μικρὸν ἐπάνω ἐλέγομεν, ὅτι ἐκ μὲν τῶν καθʼ ἕκαστα τὸ φιλεῖν γνωρίζεται τὰ δὲ καθʼ ἕκαστα αὐτοὶ αὑτοῖς ἂν μάλιστα βουλοίμεθα (καὶ γὰρ τἀγαθὰ καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι· ὁμσιοπαθέστα- τοι δʼ αὐτοῖς ἡμῖν ἐσμέν· καὶ συζῆν δὲ μεθʼ ἑαυτῶν μάλιστα βουλόμεθα)· ὥστ᾿ εἰ μὲν ἐκ τῶν καθ᾿ ἕκαστα γνωρίζεναι ἡ φι- λία, τὰ δὲ καθʼ ἕκαστα ἡμῖν αὐτοῖς ἂν βουλοίμεθα ὑπάρ- χειν, δῆλόν ἔστιν ὡς ἔστι πρὸς αὑτοὺς φιλία, ὥσπερ καὶ τὴν ἀδικίαν ἔφαμεν πρὸς αὑτὸν εἶναι.

ἐπειδὴ γὰρ ἕτερος μὲν ὁ ἀδικῶν ἕτερος δὲ ὁ ἀδικούμενος, ὁ αὐτὸ δʼ εἷς ἐστιν ἕκα- στος, διὰ τὸ τοιοῦτον οὐκ ἐδόκει εἶναι πρὸς αὑτὸν ἀδτκία· ἔσει μέντοι, ὡς ἔφαμεν σκοποῦντες ἐπὶ τῶν τῆς ψυχῆς μερῶν, ἐπειδή ἐστι πλείω, ὅταν ταῦτα μὴ ὁμονοῶσιν, τότε εἷναι πρὸς αὑτὸν τὴν ἀδικίαν.

ὁμοίως οὖν τούτφ καὶ ἡ φιλία δό- [*](1211a, 6–15 ═ E. N. 1159b, 24–1161b, 10 || 16–1211b, 3 ═ E. N. 1168a, 35–1169b, 2. cf. 1166a, 1—b, 29. E. E. 1240a, 8–b, 39.) [*](om. Π2 Dc Bar. || αὐταῖς εἰσιν Ald., ταυτῶ ἐστιν P2 || 7. περ mg. Bas. 3, περὶ Π1 || 8. φίλων Kb P2 Va. || 13. οὐδὲν post αὐτοῖς P2 || 18. τὸ —19. ἔκαστα om. Ald. || 20. καὶ τὸ εἶναι post εὁ εἶναι P2 || 21 αὐτοὶ post ἡμῖν P2 || 21. δὲ Bonitzius, γε Bk. Bu., τε Π1 (τὲ P2) || 22. βουλόμεθα—23. ἂν om. P2 || 23. βουλόμεθα Kb || 24. ἔστιν ὡς ἔστι] ἔστιν ὡς P2 et pr. Kb, ὡς ἐστιν rc. Kb || 28. φαμὲν Kb P2 Cv.)

93
ξειεν ἂν εἶναι πρὸς αὑτόν. ἐπειδὴ γὰρ ὁ φίλος ἐστίν, ὡς φαμέν, ὅταν βουλώμεθα σφόδρα φίλον εἰπεῖν, μία φαμὲν ψυχὴ ἡ ἐμὴ καὶ ἡ τούτου· ἐπεὶ οὖν ἐστι τῆς ψυχῆς πλείω μέρη, τότʼ ἔσται μία ψυχή, ὅταν συμφωνῶσι πρὸς ἄλληλα τε λόγος καὶ τὰ πάθη (οὕτω γὰρ μία ἔσται)· ὥστε μιᾶς γενομένης ἔσται πρὰς αὑτὸν φιλία.

αὕτη δʼ ἔσται ἡ πρὸς αὑτὸν φιλία ἐν τῷ σπουδαίφ· τούτῳ γὰρ μόνῳ τὰ τῆς ψυχῆς εὖ ἔχουσιν μέρη πρὸς ἄλληλα τῷ μὴ διαφέρεσθαι, ἐπεὶ ὅ γε φαῦλος οὐδέποτʼ ἐστὶν αὐτὸς αὑτῷ φίλος, μάχε- ται γὰρ ἀεὶ ἑαυτῷ. ὁ γοῦν ἀκρατής, ὅταν πράξῃ τι τῶν καθʼ ἡδονήν, μετʼ οὐ πολὺ μεταμελεῖται καὶ κακίζει αὐτὸς [*](1211b) αὑτόν· ὁμοίως ἐπὶ τῶν ἄλλων κακιῶν ὁ φαῦλος ἔχει. διατελεῖ γὰρ αὐτὸς αὑτῷ μαχόμενος καὶ ἐναντιούμενος.

ἔστιν δὲ φιλία καὶ ἐν ἰσότηπι, οἷον ἡ μὲν τῶν ἑταίρων ἐν ἰσότητι ἀριθμῷ καὶ δυνάμει ἀγαθοῦ (οὐδέτερος γὰρ αὐτῶν ἐσπιν ἄξιος θατέρου πλέον ἔχειν οὔτε κατʼ ἀριθμὸν ἀγαθῶν οὔτε κατὰ δύναμιν οὔτε κατὰ μέγεθος, ἀλλὰ τὸ ἴσον· ἴσοι γάρ τινες ἐθέλουσιν εἶναι οἱ ἑταῖροι)

ἐν ἀνισότητι δὲ ἡ πα- τρὸς πρὸς υἱόν, καὶ ἀρχομένου καὶ ἄρχοντος, καὶ κρείττονος καὶ χείρονος, καὶ γυναικὸς καὶ ἀνδρός, καὶ ἁπλῶς ἐν οἷς ἐστιν ὁ τὴν τοῦ χείρονος καὶ κρείττονος τάξιν ἔχων ἐν τῇ φιλίᾳ.

αὕτη γάρ ἐστιν ἡ ἐν ἀνισότητι φιλία κατὰ λόγον. οὐδέποτε γὰρ ἐπʼ ἀγαθοῦ δόσει οὐδεὶς ἴσον ἂν δοίη τῷ βελ- τίονι καὶ τῷ χείρονι, ἀλλὰ μεῖζον τῷ καθʼ ὑπεροχὴν ὄντι ἀεί. τοῦτο δʼ ἴσον ἐστὶν τῷ λόγῳ· ἴσον γάρ πώς ἐστιν ὁ τὸ ἔλαττον ἔχων ἀγαθὸν χείρων ὢν τῷ μεῖζον ἔχοντι κρείτ- τονι ὄντι.

[*](1211b, 4–39 E. N. 1161b, 11–1162a, 33.)[*](32. βουλοίμεθα P2 || 36. γινομένης KbP2 || 1211b, 2. 〈δʼ〉 ἐπὶ? Susem. || 9. καὶ ἄρχονκος Kb P2 Cv Va., πρὸς ἄρχοντας Ald. et pr. Mb et corr. Pb, καὶ πρὸς ἄρχοντας pr. Pb, πρὸς ἄρχοντα Bk. Bu. et corr. Mb || 13. ἴσον post ἂν Π2 Bk. Bu. || 15. τὸ] τε Kb Ald, del. Bas. 3 Bk. Bu.)
94