Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

γίνεται οὖν ἐν τοῖς ἀνομοίοις φιλία πατὰ τὸ συμφέρον· διὸ καὶ Εὐριπίδης

  • “ἐρᾷ μὲν ἔμβρο γαῖ᾿, ὅταν ξηρὸν πέδον
  • ὡς ἐναντίοις οὖσιν τούτοις ἐγγίγνεται φιλία ἡ διὰ τὸ συμφέρρον. καὶ γὰρ εἰ θέλεις τὰ ἐναντιώτατα ποιῆσεαι πῦρ καὶ ??δωρ, ταῦτα ἀλλήλοις χρέσιμα εἰσίν.

    τὸ γὰρ πῦρ φασίν, ἐὰν μἡ ἔχῃ ὑγρόν, φθείρεσθαι, ὡς τοῦτʼ αὐτῷ παραοκευάζον ὥσπερ τροφὴν τινά, ταθτην δὲ τοσαύτην, ὅσης πρατήσειεν〈ἄν〉· ἂν μὲν γὰρ πλεῖον ποιήσῃς τὸ ὑγρόν, ἐπικρατῆσαν〈ποιήσει〉 φθτίρεσθαι τὸ πῦρ, ἐὰν δὲ σύμμετρον, συνοίσει. δῆλον οὖν ὅτι καὶ ἐν τοῖς ἐναντιωτάτοις φιλία ἐγγίνεται διὰ τὸ συμφέρον.

    ἀνάγονται δὲ πᾶσαι αἱ φιλίαι, καὶ αἱ ἐν ἰσότητι καὶ αἱ ἐν ἀνισότητι, εἰς τὰς διῃρημένας τρεῖς. — ἔστιν δʼ ἐν ἁπάσαις ταῖς φιλίαις διαφορὰ γινομένη πρὸς ἀλλήλους, ὅταν μὴ ὁμοίως φιλῶσιν ἢ εὖ ποιῶσιν ὑπηρετῶσιν ἢ ὃ τι ἂν τῶν τοιούτων· ὅταν μὲν γὰρ ὃ μὲν ἐπτενῶς ποιῇ ὃ δʼ ἐλλείτῃ, κατὰ τὰν ἔλλειψιν τὸ ἔγκλημα καὶ ἡ μέμψις.

    οὐ [*](23 sq. = E. E. 1239a, 1–4. E. N. 1162a, 34–b, 2 ‖ 24 –1210b, 5 = E. E. 1243b, 15–38. E. N. 1163b, 28—1164a, 22.) [*](1210a, 12. γίνεται Π1 Va., γί??ονται Π1 Va, ‖ 13. ἐν] ἡ ἐν P2, αἱ ἐν Π2 ‖ φιλία Π1 Va., φιλίαι Π2 ‖ καὶ] καὶ ὁ Kb Pb P2 ‖ 14. ἠ ante πέδον add. vc. Kb, ἢ Ald., ᾖ post πέδον Π2 P2 ‖ 16. εἰ θ??λεις — π??ῆται secl. Sealiger, ποιῆσκι vix sanum, σκοπῆσαι admodun dubitanter ci. Susem. (an significat φίλα ποιῆσαι? at vix permittit sententia) ‖ 17. ἐστιν Π2 Bk. Bu. ‖ 18 αὐτὸ Kb P2 ‖ 19. ἄν add. Bk. ‖ 20. πλείω Ald., πλεῖστον Mb, prb. Spengelius ‖ 〈ποιήσει〉 φθείρεσθαι Susem., φθείρεσθαι 〈ποιήσει〉 Sylburgius φθείρει Scaliger, φθείρεται P2 ‖ 21 συνοίσειν olim. cf. Bonitzius ‖ οὖν Π1 Va., ἂν Π2 ‖ 25. γενομένη Π3 ‖ 27. ὅταν μὲν γὰρ om. Kb, μὲν prius om. P2.)

    90
    κὴν ἀλλʼ ἐπὶ μὲν τῶν τοιούτων ὧν τὸ αὐτό ἐστι τέλος τῆς φιλίας, οἶυν εἰ ἀμφότεροι κατὰ τὸ συμφέρον ἀλλήλοις φίλοι ἢ κατὰ τὸ ἡδὺ κατʼ ?? ἔλλειψις ἡ παρὰ τοῦ ἑτέρου, ἐὰν οὖν πλείω ἀγαθὰ σύ μοι ποιῇς ἢ ἐγὼ σοί, οὐδʼ ἀμφισβητῶ ἔτι μὴ οὐ δεῖν σε μᾶλλον ὑπʼ ἐμοῦ φιλεῖσθαι·

    ἐν δὲ φιλίᾳ μὴ διὰ ταὐτὸ φίλοι ἐσμέν, μᾶλλον αἱ διαφοραί. ἄδηλος γὰρ ἡ ἔλλεωψις παρʼ ἑκατέρου. οἷον εἰ ὃ μὲν διʼ ἡδονὴν φίλος ἐστὶν ὃ δὲ διὰ τὸ συμφέρον, ἐνταῦθα ἡ ἀμφισβήτησις· οὔτε γὰρ ὁ τῷ συμφέροντι ὑπερέχων ἀξίαν οἴεται τὴν ἡδονὴν ἀντικαταλλάττεσθαι τοῦ συμφέροντος, οὔτε ὁ τῇ ἡδονῇ ὑπερέχων ἀξίαν τῆς ἡδονῆς ἐν [*](1210b) τῷ συμφέροντι χάριν ἀπολαμβάνειν. διὸ μᾶλλον αἱ διαφοραὶ ἐν ταῖς τοιαύταις φιλίαις γίνονται.

    πλούτῳ ἢ ἄλλῳ τινὶ τοιούτῳ οὐκ οἴονται δεῖν αὐτοὶ φιλεῖν, ἀλλʼ ὑπὸ τῶν ἐνδεεστέρων οἴονται δεῖν αὐτοὶ φιλεῖσθαι·

    ἔστιν δὲ βέλτιον τὸ φιλεῖν ἢ τὸ φιλεῖσθαι. — τὸ μὲν γὰρ φιλεῖν ἐνέργειά τις ἡδονῆς καὶ ἀγαθόν, ἀπὸ δὲ τοῦ φιλεῖσθαι οὐδεμία τῷ φιλουμένῳ ἐνέργεια γίνεται.