Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ὁμοίως καὶ ἡ κατὰ τὴν ἡδονήν. ἡ μὲν οὖν τῶν βελτίστων φιλία ἡ κατʼ ἀρετὴν γινομένη ἐστίν, ἡ δὲ τῶν πολλῶν ἡ κατὰ τὸ συμφέρον, ἡ δὲ κατὰ τὴν ἡδονὴν ἐν τοῖς φορτικοῖς καὶ τυχοῦσιν.

[*](1209a, 37–b, 10. cf. E. E. 1238a, 30–b, 14 || 1209b, 11–19 ═ E. E. 1236a, 33–1237b, 7. E. N. 1156a, 14–1157a, 16.)[*](35. κατʼ om. Kb Ald. Bk. Bu., dubitanter secl. Susem., κατʼ ἐκείνην post γε P2 || 38. ὁ prius om. Mb P2 Ald. 39. δὲ? Susem 1209 b, 1. ὁ om. Π2Ρ2 || 5. τἀγαθὸν Rassovius, τἀγαθά commate non ante, sed post h. v. posito Π Ald. Va. Bk. Bu. || 8. φίλοι Mb Va. et rc. Pb, φίλος KbP2 et pr. Pb, καὶ φίλος Ald. || 10. κωλύει Π1 Va. || 11. ἡ ἐν] ἐν Kb, ἐστὶν ἐν Ald. || 15. οὐδέποτε —συμφέρον om. Kb Ald. Va. || 16. μεταπίπτει Π1 Cc et pr. Pb (crx. rc.). )
88

συμβαίνει δὲ καὶ ἀγανακνεῖν, ὁταν φαύλοις ἐν??χωσιν τοῖς φίλοις, καὶ θαυμάζειν· ἔστι δὲ οὐδὲν ἄτοπον. ὕταν γὰρ ἡ φιλία λάβῃ τὴν ἡδονὴν ἀρχήν, διʼ ἣν φίλοι εἰσίν, ἢ τὸ συμφέρον, ἅμα ταῦτʼ ἀπολείπει καὶ ἡ φιλία οὐ διαμένει.

πολλάκις δὲ μένε μὲν ἡ φιλία, κακῶς δʼ ἐχρήσα τῷ φίλῳ, διὸ ἀγανακτοῦσιν· ἔστι δὲ οὐδὲ τοῦτο ἄλογον. οὐ γὰρ διʼ ἀρετὴν ἡ φιλία σοι πρὸς τοῦτον ὑπῆρχεν, διὸ οὐδʼ ἄτοπον μηδὲν ποιεῖν αὐτὸν τῶν παθʼ ἀρετήν. ἀγανακτοῦσιν οὖν οὐκ ὀρθῶς διʼ ἡδονὴν γὰρ ποιησώαενοι τὴν φιλίαν, τὴν διʼ ἀρετὴν οἴονται δεῖν αὐτοῖς ὑπάρχειν· τὸ δʼ οὺ δυνατόν· οὐ γάρ ἐστιν ἡ διʼ ἡδονὴν καὶ τὸ συμφέρον ἀρετῆς ἐχομένη.

κοινωσάμενοι οὖν ἡδονῇ ἀρετὴν ςητοῦσιν, οὐκ ὀρθῶς· οὐ γὰρ ἀκολουθεῖ τῇ ἡδονῇ καὶ τῷ πυμφέρονα ἡ ἀρετή, ἀλλὰ τῇ ἀρετῇ ἀμφότερα ταῦτα ἀπολουθτῖ. ἄτοπον γὰρ εἰ μὴ τις οἰήσεται τοὺς σπουδαίους αὐτοὺς αὑτοῖς ἡδίενους εἶναι· καὶ γὰρ οἱ φαῦλοι, ὥς φησιν Εὁριπίδης, αὐτοὶ ἑαυτοῖς ἡδεῖς εἰσίν· “κακὸς κακῷ” γὰρ “συντέτηκεν.” οὐ γὰρ ἀκολουθεῖ τῇ ἡδονῇ ἡ ἀρετή, ἀλλὼ τᾖ ἀρετῇ ἡ ἡδονὴ ἀκολουθεῖ.

εἶναι, ἢ οὐ δεῖ ἄτοπον γὰρ τὸ μὴ φάναι δεῖν. εἰ γὰρ 1210a ἀφελεῖς αὐτῶν τὸ ἡδεῖ εἷναι ἀλλήλοις, ἄλλους ποριοῦνται φίλους εἰς τὸ συζῆν, τρὺς ἡδεῖς· εἰς γὰρ τὸσυ ζῆν οὐδὲν μεῖζόν ἐστι τοῦ ἡδεῖςςἶναι·

ἄτοπον οὖν τὸ μὴ οἴεσθαι δεῖν τοὺς σπουδαίους μάλιστα ἀλλήλοις συζῆν· τοῦτο δʼοὐκ ἔστιν ἄνευ τοῦ ἡδέος· δέοι ἂν ἂρα, ὡς ἔυικεν, μάλιστκ τούτοις ὑπάρχειν τὸ ἡδέσιν εἶναι.

ἐπεὶ δὲ διῄρηνται αἱφιλἰαι είς τρία εἴδη, καὶ ἐν ταύταις ἡπορεῖτο, [*](20—33. cf. E. E. 1242b, 37—1243a, 6 || 20—37 cf. Ramsauer p. 17 || 34–37 ═ E. E. 1238a, 34—38. 1239b, 20—22 | 38—1210a, 5. cf. E. E. 1245 a, 29–b, 11. 1246a, 16 sq. || 1210a, 6–22 E. E. 1238b, 15–1240a, 4. E. N. 1158b, 1–1159a, 1159b, 10—24.) [*](26. οὐδʼ] οὐδὲν Π1||29 δι᾿ ἀρετὴν Kb P2 Va., ἀρετῆς Π2, τʼ ἀρετῆς Ald. || 36. κακᾶ post γὰρ KbP2, ante κακὸς Eurip. fr. 298 N. || συνέστηκεν Π2P2 || 37. τῇ ἀρετῇ post ἡ ἡδενὴ KbAld. || 38. καὶ Π Va., om. Π2 || 39. μὴ post φάναι Π2 || φᾶναι Kb Ald. || ἀφέλης Π2Kb. )

89
πότερον ἐν ἰσότητι ἡ φιλία ἐγγίνεται ἢ ἐν ἀνισότητι· ἔστιν οὐν κατʼ ἀμφότερα. ἡ μὲν γὰρ καθʼ ὁμοιότητα ἡτῶν σπουδαίων καὶ ἡ τελεία φιλία· ἡ δὲ κατʼ ἀνομοιότητα ἡ κατὰ τὸ συμφέρον. τῷ γὰρ εὐπόρῳ ὁ πένης διὰ τὴν ἔνδειαν ὧν ὁ πλούσιος εὐπορεῖ φίλος ἐστί, καὶ τῷ σπουδαίῷ ὁ φαῦλος διὰ ταὐτό δι?? γὰρ τὴν ἓνδειαν τὴν τῆς ἀρετῆς, παῤ οὗ οἴ?? αὑτῷ ??εσθαι, διὸ τοῦτο τούτῳ φίλος.