Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἀλλὰ μὴν οὐδʼ ἐν τοῖς τοιούτοις, οἷον εἰ μή τις φοβεῖσται βροντὰς ἢ ἀστραπὰς ἢ ἄλλο τι τῶν ὑπὲρ ἄνθρωπον φοβερῶν, οὐκ ἀνδρεῖος ἀλλὰ μαινόμενός τις. ἐν φόβοις ἄρα καὶ θάρρεσίν ἐστιν ὁ ἀνδρεῖος τοῖς κατʼ ἀνθρώπους· λέγω δὲ οἷον ἃ οἱ πολλοὶ φοβοῦνται ἢ οἱ πάντες, ἐν τούτοις ὁ ὢν θαρραλέος, οὗτος ἀνδρεῖος.

[*](1190 b, 7 sq. Ε. Ε. 1228 a, 23—26. Ε. N. 1114 b, 26—29. 1115 a, 4 sq. || 9—1191 a, 36 ═ E. E. 1228 a, 26—1230 a, 36. Ε. N. 1115 a, 5—1117 b, 22.)
29

τούτωρντοίνυν διωρισμένων σκεππτέον ἂνεἴη, ἐπειδὴ κατὰ πολλά εἰσιν οἱ ἀνδρεῖοι, ὁ ποῖος ἀνδρεῖος. ἔστιν γὰρ καὶ κατʼ ἐμπειρίαν τις ἀνδρεῖος, οἷον οἱ στρατιῶται. οὗτοι γὰρ σἴδσι διʼ ἐμπειρίαν ὅτι ἐν τοιούτῳ τόπῳ ἢ ἐν τοιούτῳ καιρῷ ἢ οὕτως ἔχοντι ἀδύνατόν τι παθεῖν. ὁ δὲ ταῦτα εἰδὼς καὶ διὰ ταῦτα ὑπομένων τοὺς πολεμίους οὐκ ἀνδρεῖοςʼ ἐὰν γὰρ τούτων μηθὲν ὑπάρχῃ, οὐχ ὑπομένει.

διὸ τοὺς διʼ ἐμπειρίαν οὐ φατέον ἀνδρείους. οὐδὲ Σωκράτης δὴ ὀρθῶς ἕεμεν ἐπιστήμην φάσκων εἶναι τὴν ἀνδρείαν. ἡ γὰρ ἐπιστήμη ἐξ ἔθους τὴν ἐμπειρίαν λαβοῦσα ἐπιστήμη γίνεται· τοὺς δὲ διʼ ἐμπειρίαν ὑπομένοντας οὔ φαμεν, οὐδʼ ἐροῦσιν ἀνδρείους αὐτοὺς εἶναι· οὐκ ἄρα ἡ ἀνδρεία ἐπιστήμη ἂν εἴη.