Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

τίνος ἐστὶν ἡ ἀρετὴ στοχαστική, πότερον τοῦ τέλους ἢ τῶν πρὸς τὸ τέλος, οἷον πότερον τοῦ καλοῦ ἢ τῶν πρὸς τὸ καλόν.

πῶς οὖν ἡ ἐπιστήμη; πότερον τῆς οἰκοδομικῆς ἐστιν ἐπιστήμης τὸ τέλος καλῶς προθέσθαι, ἢ τὰ πρὸς τὸ τέλος ἰδεῖν; ἂν γὰρ τοῦτο καλῶς [*](1189b, 25—1190a, 7 ═ Ε. Ε. 1227a, 18—b, 11. cf Ε. Ν. 1113a, 13—b, 2. || 1190a, 8—33 ═ Ε. Ε. 1227 b, 12—1228a, 2.) [*](24. δὴ Scaliger ἄριστόν Mb et pr. Kb (crx. rc.) 25. ἁμαρτία 〈ἐν τῇ διανοίᾳ καὶ ὑπὲρ τούτων βουλεύονται〉 olim ci. Rassovius πρακτικοῖς Mb Ald. Bk. et pr. K (crx. rc. et γρ. πρακτοῖς Vict.) 26. οὖν] οὖν καὶ Kb, γὰρ Mb || πρακτικοῖς Mb Ald.Bk. et pr. Kb (crx. rc. et γρ. πρακτοῖς Vict.) || 33 δύναται Kb, δύνηται Ald. || 1190a, 1. ἐνταῦθα post ἤδη Μb Bk. Bu. || 4. ἀλλὰ δὴ Scaliger || 〈περὶ〉 τὰ ci Spengelius || 11. ἐστιν om. Kb Ald. )

27
προθῆται, οἷον καλὴν οἰκίαν ποιῆσαι, καὶ τὰ πρὸς τοῦτο οὐκ ἄλλος τις εὑρήσει καὶ ποριεῖ ἢ οἰκοδόμος. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπασῶν ἐπιστημῶν.

ὡσαύτως ἄρα δόξειεν ἂν ἔχειν καὶ ἐπʼ ἀρετῆς, μᾶλλον εἶναι αὐτῆς τὸν σκοπὸν [πρὸς] τὸ τέλος, ὃ δεῖ ὀρθῶς προθέσθαι, τὰ πρὸς τὸ τέλος· καὶ ἐξ ὧν τοῦτʼ ἔσται οὐθεὶς ἄλλος ποριεῖ, καὶ εὑρήσει ἂ δεῖ πρὸς τοῦτο. καὶ εὔλογον δὲ τούτου εἶναι προθετικὴν τὴν ἀρετήν· ἐν οἷς γὰρ ἡ ἀρχὴ τοῦ βελτίστου ἐστίν, ἕκαστον καὶ προθετικὸν καὶ ποιητικόν. οὐθὲν οὖν βέλτιον τῆς ἀρετῆς ἐστίν· ταύτης γὰρ ἕνεκα καὶ τἆλλα ἐστίν, καὶ πρὸς ταύτην ἐστὶν ἡ ἀρχή, καὶ τούτου ἕνεκεν μᾶλλον τὰ πρὸς τοῦτʼ ἐστίν