Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

οὐκ ἄρα οὐδὲ διάνοιά ἐστιν ἡ προαίρεσις.— ἐπεὶ οὖν καθʼ ἕκαστον τούτων οὐθέν ἐστιν ἡ προαίρεσις, ταῦτα δέ ἐστιν τὰ ἐν τῇ ψυχῇ γινόμενα, ἀναγκαῖον [δὴ] συνδυαζομένων τινῶν τούτων εἶναι τὴν προαίρεσιν. ἐπεὶ οὖν ἐστίν, ὥσπερ ἔμπροσθεν ἐλέχθη, ἡ προαίρεσις τῶν πρὸς τὸ τέλος ἀγαθῶν καὶ οὐ τοῦ τέλους, καὶ τῶν δυνατῶν ἡμῖν, καὶ τῶν ἀντιλογίαν παραδιδόντων πότερον τοῦτο ἢ τοῦτο αἱρετόν, δῆλον ὅτι δέοι ἂν πρότερον διανοηθῆναι ὑπὲρ αὐτῶν καὶ βουλεύσασθαι, εἶθʼ ὅταν ἡμῖν φανῇ κρεῖττον διανοηθεῖσιν, οὕτως ὁρμή τις τοῦ πράττειν ἐστίν, καὶ τοῦτο δὴ πράττοντες κατὰ προαίρεσιν δοκοῦμεν πράττειν,

εἰ τοίνυν ἡ προαίρεσις ὄρεξίς τις βουλευτικὴ μετὰ διανοίας, οὐκ ἔστιν τὸ ἑκούσιον προαιρετόν. ἑκόντες γὰρ πολλὰ πράττομεν πρὸ τοῦ [*](9 τὸ Pb P2 (de M dubius sum), τὸ c. c. Va || 10. μὲν ante περιπατεῖν add. Π ||τρέZειν M et mg. rc. Pb ||14. βέλτιον Mb Va, βέλτιστον Π1 Pb || ὅταν—15. χίρονος om. Π Bar. Paris. 1417, 1855, 2024 Va, add. Π2 ΖP1 || 17. ἄρα Π (em. corr. 2 Κb) 22. ἐπεὶ—προαίρεσις Kb Ald Va. et mg. P2, om. et pr. P 23. δὴ add Mb et rc. Pb (fors. recte), c. c. om. Co Bk.Bu || 27. αἱρετόν Κb Ald. Va., αἱρετώτερον Π2 P3 || 33. τὸ προαιρετόν Κb CV )

25
διανοηθῆναι καὶ βουλεύσασθαι, οἷον καθίζομεν καὶ ἀνιστάμεθα καὶ ἄλλα πολλὰ τοιαῦτα ἑκόντες μὲν ἄνευ δὲ τοῦ διανοηθῆναι, τὸ δὲ κατὰ προαίρεσιν πᾶν ἦν μετὰ διανοίας.