Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ὑγιαίνειν γὰρ βουλόμεθα. ὥστε δῆλον καὶ οὕτως ὅτι οὐ ταὐτὸν ἡ βούλησις καὶ ἡ προαίρεσις· ἀλλὰ ἡ προαίρεσις ἔοικεν οὕτως ἔχειν, ὥσπερ καὶ τοὔνομαι αὐτῆς ἔχει, οἷον προαιρούμεθα τόδε ἀντὶ τοῦδε, οἷον τὸ βέλτιον ἀντὶ τοῦ χείρονος. ὅταν οὖν ἀντικαταλλαττώμεθα τὸ βέλτιον ἀντὶ τοῦ χείρονος ἐν αἱρέσει ὄντος, ἐνταῦθα τὸ προαιρεῖσθαι δόξειεν ἂν οἰκεῖον εἶναι.

— ἐπεὶ οὖν ἡ προαίρεσις οὐθὲν τούτων ἐστίν, ἆρά γέ ἐστιν τὸ κατὰ διάνοιαν ἐν προαιρέσει; ἢ οὐδὲ τοῦτο; πολλὰ γὰρ διανοούμεθα καὶ δοξάζομεν κατὰ διάνοιαν· ἆρʼ οὖν ἃ διανοούμεθα, ταῦτα καὶ προανρούμεθα; ἢ οὔ; πολλάκις γὰρ διανοούμεθα ὑπὲρ τῶν ἐν Ἰνδοῖς, ἀλλʼ οὔτι καὶ προαιρούμεθα.