Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

ἔστι δε καὶ τὸ ζῷον βιάσασθαι, οἷον ἵππον ἐπ᾿ ὀρθὸν θέοντα ἀντιλαμβανόμενον ἀποστρέψαι. ὅσοις μὲν οὖν ἐστιν ἐκτὸς ἡ αἰτία τοῦ παρὰ φύσιν τι ἢ παρ βούλονται ποιεῖν, ἐροῦμεν βιαζομένοις ἂν ποιῶσι ποιεῖν· ἐν οἷ δ᾿ ἐν αὐτοῖς ἐστιν ἡ αἰτία, οὐκέτι τούτους βιάζεσθαι ἐροῦμεν.

εἰ δὲ μή, ὁ ἀκρατὴς ἀντερεῖ, οὐ φάσκων φαῦλος εἶναι· βιαζόμενος γάρ φήσει ὑπὸ τῆς ἐπιθυμίας τὰ φαῦλα πράττειν.

τοῦ οὖν βιαίου οὗτος ἡμῖν ἔστω ὁ ὁρισμός, ὧν ἐκτός ἐστιν ἡ αἰτία, ὑφ᾿ ἧς βιάζονται πράττειν (ὧν δ᾿ ἐντὸς καὶ ἐν αὐτοῖς ἡ αἰτία, οὐ βία)· πάλιν δ᾿ ὑπὲρ ἀνάγκης καὶ [*]((XV)) τοῦ ἀναγκαίου λεκτέον. τὸ δὲ ἀναγκαῖον οὐ πάντως οὐδ᾿ ἐν παντὶ λεκτέον ἐστίν, οἷον ὅσα ἡδονῆς ἕνεκεν πράττομεν. εἰ γάρ τις λέγοι ὅτι ἠναγκάσθην τὴν τοῦ φίλου γυναῖκα διαφθεῖραι ὑπὸ τῆς ἡδονῆς, ἄτοπος ἂν εἴη.

τὸ γὰρ ἀναγκαῖον οὐκ ἐν παντί, ἀλλ᾿ ἤδη ἐν τοῖς ἐκτός, οἷον ὃς [*](1188a, 38—b, 14 Ε. Ε. 1223b, 37—1225a, 1 || 118b, 14—24 ═ Ε. Ε. 1225a, 2—36. cf. Ε. Ν. 1110a, 4 sqq.) [*](νος Π2 || εἰδὼς post τὰ κακὰ P2, om. Κb || 1188 b, 8. ἃ om. Π1 || 10. γάρ φησιν Ε. Ald, γὰρ φύσει Pb || 12. ἡμῶν Kb Ald. || 13. ἐφ᾿ pr Kb, ἀφʼ Ald. et rc Kb || 18. ἄτοπον Π2 Ald. Va. (fors. recte) || 19. ὃς ἂν Bk, ὃς ἐὰν Π2P2 et rc. Kb, ὅσαν ἐὰν pr Kb, ἐάν τις Ald.)

23
ἂν καταβλάπτηται ἀντικαταλλαττόμενός τι ἄλλο μεῖζον ἀναγκαζόμενος ὑπὸ τῶν πραγμάτων. οἷον ἠναγκάσθην συντονώτερον βαδίσαι εἰς ἀγρόν· εἰ γὰρ μή, ἀπολωλότʼ ἂν εὗρον τὰ ἐν ἀγρῷ. ἐν τοῖς τοιούτοις ἄρα τὸ ἀναγκαῖον.

ἐπεὶ δὲ τὸ ἑκούστον ἐν οὐδεμιᾷ ὁρμῇ ἐστίν, λοιπὸν ἂν εἴη τὸ ἐκ διανοίας γιγνόμενον. τὸ γὰρ ἀκούσιόν ἐστι τό τε κατʼ ἀνάγκην καὶ κατὰ βίαν γιγνόμενον, καὶ τρίτον ὃ μὴ μετὰ διανοίας γίγνεται. δῆλον δʼ ἐστὶ τοῦτο ἐκ τῶν γιγνομένων. ὅταν γάρ τις πατάξῃ τινὰ ἢ ἀποκτείνῃ ἢ τι τῶν τοιούτων ποιήσῃ μηδὲν προδιανοηθείς, ἄκοντά φαμεν ποιῆσαι, ὡς τοῦ ἑκουσίου ὄντος ἐν τῷ διανοηθῆναι.

οἷόν φασί ποτέ τινα γυναῖκα φίλτρον τινὶ δοῦναι πιεῖν, εἶτα τὸν ἄνθρωπον ἀποθανεῖν ὑπὸ τοῦ φίλτρου, τὴν δʼ ἄνθρωπον ἐν Ἀρείῳ πάγῳ ἀποφυγεῖν· οὗ παροῦσαν διʼ οὐθὲν ἄλλο ἀπέλυσαν ἢ διότι οὐκ ἐκ προνοίας. ἔδωκε μὲν γὰρ φιλίᾳ, διήμαρτεν δὲ τούτου· διὸ οὐχ ἑκούσιον ἐδόκει εἶναι, ὅτι τὴν δόσιν τοῦ φίλτρου οὐ μετὰ διανοίας τοῦ ἀπρλέσθαι αὐτὸν ἐδίδου. ἐνταῦθα ἄρα τὸ ἑκούσιον πίπτει εἰς τὸ μετὰ διανοίας.

ἔτι δὲ λοιπόν ἐστιν ἐπισκέψασθαι τὴν προαίρεσιν, [*](1189a) πότερόν ἐστιν ὄρεξις, ἢ οὔ. ὄρεξις μὲν γὰρ καὶ ἐν τοῖς ἄλλοις ζῴοις ἐγγίγνεται, προαίρεσις δὲ οὔ· ἡ γὰρ προαίρεσις μετὰ λόγου, λόγος δὲ ἐν οὐδενὶ τῶν ἄλλων ζῴων ἐστίν. ὄρεξις μὲν δὴ οὐκ ἂν εἔη·

ἀλλʼ ἆρά γε βούλησις; ἢ οὐδὲ τοῦτο; βούλησις μὲν γάρ ἐστιν καὶ τῶν ἀδυνάτων, οἷον βουλόμεθα μὲν [*](25—38 Ε. Ε. 1225a, 36—b, 16 cf Ε. N. 1110b, 18 —1111a, 21 || 1189a, 1—b, 25 ═ E. E. 1225 b, 18—1227a, 18. cf. E. D. 1111 b, 4—1113a, 12. Ramsauer p. 49—51.) [*](25. ἑκούσιον Kb Pb Va , ἀκούσιον MbP2 Ald || 32. τινα Π 1 Va., om. Ι || 33 ἀπὸ Π 2Ρ 2 Ald ἀρειοπάγα || 34 φυγεῖν CV Bernaysius (Symb. phil Bonn p. 308 n. 10) οὐ et ἀπέλυσαν secl. Scaliger || 1189a, 1 δὲ om Π2 || 2 ἄλλοις Κb Ρ2 Cv Va., ἀλόγοιρ Π2 Ald. || 3. ζῴοις Π1 Va., om. Π2 || 5. ἀλλʼ] ἀλλ ἢ Π2, ἀλλʼ εἰ P2 || ἄρα Pb P2 ΑId. et pr. K (crx. rc.). )

24
ἀθάνατοι εἶναι, προαιρούμεθα δὲ οὔ. ἔτι δὲ προαίρεσις μὲν οὐκ ἔστιν τοῦ τέλους, ἀλλὰ τῶν πρὸς τὸ τέλος, οἷον οὐθεὶς προαιρεῖται ὑγιαίνειν, ἀλλὰ τὸ πρὸς τὴν ὑγίειαν προαιρούμεθα, περιπατεῖν, τροχάζειν· βουλόμεθα δὲ τὰ τέλη.

ὑγιαίνειν γὰρ βουλόμεθα. ὥστε δῆλον καὶ οὕτως ὅτι οὐ ταὐτὸν ἡ βούλησις καὶ ἡ προαίρεσις· ἀλλὰ ἡ προαίρεσις ἔοικεν οὕτως ἔχειν, ὥσπερ καὶ τοὔνομαι αὐτῆς ἔχει, οἷον προαιρούμεθα τόδε ἀντὶ τοῦδε, οἷον τὸ βέλτιον ἀντὶ τοῦ χείρονος. ὅταν οὖν ἀντικαταλλαττώμεθα τὸ βέλτιον ἀντὶ τοῦ χείρονος ἐν αἱρέσει ὄντος, ἐνταῦθα τὸ προαιρεῖσθαι δόξειεν ἂν οἰκεῖον εἶναι.

— ἐπεὶ οὖν ἡ προαίρεσις οὐθὲν τούτων ἐστίν, ἆρά γέ ἐστιν τὸ κατὰ διάνοιαν ἐν προαιρέσει; ἢ οὐδὲ τοῦτο; πολλὰ γὰρ διανοούμεθα καὶ δοξάζομεν κατὰ διάνοιαν· ἆρʼ οὖν ἃ διανοούμεθα, ταῦτα καὶ προανρούμεθα; ἢ οὔ; πολλάκις γὰρ διανοούμεθα ὑπὲρ τῶν ἐν Ἰνδοῖς, ἀλλʼ οὔτι καὶ προαιρούμεθα.

οὐκ ἄρα οὐδὲ διάνοιά ἐστιν ἡ προαίρεσις.— ἐπεὶ οὖν καθʼ ἕκαστον τούτων οὐθέν ἐστιν ἡ προαίρεσις, ταῦτα δέ ἐστιν τὰ ἐν τῇ ψυχῇ γινόμενα, ἀναγκαῖον [δὴ] συνδυαζομένων τινῶν τούτων εἶναι τὴν προαίρεσιν. ἐπεὶ οὖν ἐστίν, ὥσπερ ἔμπροσθεν ἐλέχθη, ἡ προαίρεσις τῶν πρὸς τὸ τέλος ἀγαθῶν καὶ οὐ τοῦ τέλους, καὶ τῶν δυνατῶν ἡμῖν, καὶ τῶν ἀντιλογίαν παραδιδόντων πότερον τοῦτο ἢ τοῦτο αἱρετόν, δῆλον ὅτι δέοι ἂν πρότερον διανοηθῆναι ὑπὲρ αὐτῶν καὶ βουλεύσασθαι, εἶθʼ ὅταν ἡμῖν φανῇ κρεῖττον διανοηθεῖσιν, οὕτως ὁρμή τις τοῦ πράττειν ἐστίν, καὶ τοῦτο δὴ πράττοντες κατὰ προαίρεσιν δοκοῦμεν πράττειν,

εἰ τοίνυν ἡ προαίρεσις ὄρεξίς τις βουλευτικὴ μετὰ διανοίας, οὐκ ἔστιν τὸ ἑκούσιον προαιρετόν. ἑκόντες γὰρ πολλὰ πράττομεν πρὸ τοῦ [*](9 τὸ Pb P2 (de M dubius sum), τὸ c. c. Va || 10. μὲν ante περιπατεῖν add. Π ||τρέZειν M et mg. rc. Pb ||14. βέλτιον Mb Va, βέλτιστον Π1 Pb || ὅταν—15. χίρονος om. Π Bar. Paris. 1417, 1855, 2024 Va, add. Π2 ΖP1 || 17. ἄρα Π (em. corr. 2 Κb) 22. ἐπεὶ—προαίρεσις Kb Ald Va. et mg. P2, om. et pr. P 23. δὴ add Mb et rc. Pb (fors. recte), c. c. om. Co Bk.Bu || 27. αἱρετόν Κb Ald. Va., αἱρετώτερον Π2 P3 || 33. τὸ προαιρετόν Κb CV )

25
διανοηθῆναι καὶ βουλεύσασθαι, οἷον καθίζομεν καὶ ἀνιστάμεθα καὶ ἄλλα πολλὰ τοιαῦτα ἑκόντες μὲν ἄνευ δὲ τοῦ διανοηθῆναι, τὸ δὲ κατὰ προαίρεσιν πᾶν ἦν μετὰ διανοίας.