Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

οὐκ ἄρα τὸ ἑκούσιον προαιρετόν, ἀλλὰ τὸ προαιρετὸν ἑκούσιον· [*](1189 b) ἄν τι γὰρ προαιρώμεθα πράττειν βουλευσάμενοι, ἑκόντες πράττομεν. φαίνονται δέ τινες ὀλίγοι καὶ τῶν νομοθετῶν διορίζειν τό τε ἑκούσιον καὶ τὸ ἐκ προαιρέσεως ἕτερον ὄν, ἐλάττους τὰς ζημίας ἐπὶ τοῖς ἑκουσίοις ἢ τοῖς κατὰ τπροαίρεσιν τάττοντες.

— ἔστιν οὖν ἡ προαίρεσις ἐν τοῖς πρακτοῖς, καὶ τούτοις ἐν οἷς ἐφʼ ἡμῖν ἐστιν καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι, καὶ οὕτως ἢ μὴ οὕτως, καὶ ἐν οἷς ἔστι λαβεῖν τὸ διὰ τί. τὸ δὲ διὰ τί οὐχ ἀπλοῦν ἐστίν.

ἐν μὲν γὰρ γεωμετρίρ, ὅταν φῇ τὸ τετράγωνον τέτταρσιν ὀρθαῖς ἴσας ἔχειν, καὶ ἐρωτᾷ διὰ τί, ὅτι, φησίν, καὶ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει. ἐν μὲν οὖν τοῖς τοιούτοις ἐκ τῆς ἀρχῆς ὡρισμένης ἔλαβον τὸ διὸ τί· ἐν δέ γε τοῖς πρακτοῖς, ἐν οἷς ἡ προαίρεσις, οὐχ οὕτως (οὐδεμία γὰρ κεῖται ὡρισμένη), ἀλλʼ ἂν ἀπαιτῇ τις, διὰ τί τοῦτο ἔπραξας; ὅτι οὐκ ἐνῆν ἄλλως, ἢ ὅτι βέλτιον οὕτως. ἐξ αὐτῶν τῶν συμβαινόντων, ὁποῖʼ ἂν φαίνηται βελτίω εἶναι, ταῦτα προαιρεῖται καὶ διὰ ταῦτα.

διὸ δὴ ἐν τοῖς τοιούτοις τὸ βουλεύσασθαί ἐστι τὸ πῶς δεῖ, ἐν δὲ ταῖς ἐπιστήμαις οὔ. οὐθεὶς γὰρ βουλεύεται πῶς δεῖ γράψαι τὸ ὄνομα Ἀρχικλέους, ὅτι ἐστὶν ὡρισμένον πῶς δεῖ ῎ξγράψαι τὸ ὄνομα Ἀρχικλέους. ἡ οὖν ἁμαρτία οὐ γίγνεται ἐν τῇ διανοίᾳ, ἀλλʼ ἐν τῇ ἐνεργείᾳ τοῦ γράφειν. ἐν οἷς γὰρ μή ἐστιν ἡ ἁμαρτία ἐν τῇ διανοίᾳ, οὐδὲ βουλεύονται ὑπὲρ [*](36. τὸ—διανοίφς om. K Ald. Va. et Paris. 2024, add. Z Co P1 2 Cv Bar. Paris. 1417, 1855 || 1189 b, 2. ἄν— προαιρώμεθα Kb Ald. Va., ἃ γὰρ προαιρούμεθα Π2 P2 || 3. 〈οὐκ〉 ὀλίγοι? Susem. || 12. ὡρισμένως Μb Ald. || 13. ἔλαβον Kb Ald. Va., ἐλάβομεν Π2 P || πρακτικοῖς pr. Κb Mb (crx.rc.) || 16. ἐξ Π1 Va., om. Π2 || αὐ– τῶν 〈γὰρ〉? Susem. || ὁποῖ᾿ ἂν Κb Va., ὅποι ἂν Ald., ὁποῖον Π2 P2 17. βελτία Κb Va., βέλτιον Π2 P2 Ald. 20. ὅτι—21. Ἀρχικλέους om. ΖAld.Par. 2024 (add. etiam CV Va.) 21. τὸ ὄνομα Ἀρχικλέους om. P Par. 1417, 1855 || 23. ἡ om. || οὐδὲ Bk., οὔτε Π Ald.)

26
τούτων· ἀλλʼ ἐν οἷς ἤδη ἀόριστόν ἐστι τὸ ὡς δεῖ, ἐνταῦθα ἡ ἁμαρτία.

ἔστιν δʼ ἐν τοῖς πρακτοῖς τὸ ἀόριστον, καὶ ἐν οἷς διτταὶ αἱ ἁμαρτίαι. ἁμαρτάνομεν οὗν ἐν τοῖς πρακτοῖς καὶ ἐν τοῖς κατὰ τὰς ἀρετὰς ὁμοίως. τῆς γὰρ ἀρετῆς στοχαζόμενοι ἁμαρτάνομεν ἐπὶ τὰς πεφυκυίας ὁδούς. ἔστι γὰρ καὶ ἐν ἐλλείψει καὶ ἐν ὑπερβολῇ ἁμαρτία, ἐφʼ ἑκάτερα δὲ τούτων φερόμεθα διʼ ἡδονὴν καὶ λύπην· διὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τὰ καλὰ φεύγομεν.

— ἔτι δʼ ἐστὶν ἡ διάνοια οὐχ ὥσπτερ αἴσθησις, οἷον τῇ ὄψει οὐκ ἂν δύναιτʼ οὐθὲν ἂν ἄλλο ποιῆσαι ἢ ἰδεῖν, οὐδὲ τῇ ἀκοῇ οὐθὲν ἄλλο ἢ ἀκοῦσαι. ὁμοίως δὲ οὐδὲ βουλευόμεθα πότερον δεῖ ἀκοῦσαι τῇ ἀκοῇ ἢ ἰδεῖν. ἡ δὲ διάνοια οὐ τοιοῦτον, ἀλλὰ καὶ τοῦτο δύναται πράττειν καὶ [*](1190a) ἄλλα.

διὰ τοῦτο βουλεύεσθαι ἐνταῦθα ἤδη ὑπάρχει. ἔστιν οὖν ἡ ἁμαρτία ἐν τῇ αἱρέσει τῶν ἀγαθῶν οὐ περὶ τὰ τέλη (ταῦτα μὲν γὰρ ἅπαντες ὁμογνωμονοῦσιν, οἷον τὴν ὑγίεικν ὅτι ἀγαθόν), ἀλλʼ ἤδη τὰ κατὰ τὸ τέλος, οἷον πότερον ἀγαθὸν πρὸς ὑγίειαν φαγεῖν τοῦτο ἢ οὔ. μάλιστα οὖν ποιεῖ ἐν τούτοις τὸ σφάλλεσθαι ἡδονὴ καὶ λύπη· τὴν μὲν γὰρ φεύγομεν, τὴν δὲ αἱρούμεθα.

τίνος ἐστὶν ἡ ἀρετὴ στοχαστική, πότερον τοῦ τέλους ἢ τῶν πρὸς τὸ τέλος, οἷον πότερον τοῦ καλοῦ ἢ τῶν πρὸς τὸ καλόν.

πῶς οὖν ἡ ἐπιστήμη; πότερον τῆς οἰκοδομικῆς ἐστιν ἐπιστήμης τὸ τέλος καλῶς προθέσθαι, ἢ τὰ πρὸς τὸ τέλος ἰδεῖν; ἂν γὰρ τοῦτο καλῶς [*](1189b, 25—1190a, 7 ═ Ε. Ε. 1227a, 18—b, 11. cf Ε. Ν. 1113a, 13—b, 2. || 1190a, 8—33 ═ Ε. Ε. 1227 b, 12—1228a, 2.) [*](24. δὴ Scaliger ἄριστόν Mb et pr. Kb (crx. rc.) 25. ἁμαρτία 〈ἐν τῇ διανοίᾳ καὶ ὑπὲρ τούτων βουλεύονται〉 olim ci. Rassovius πρακτικοῖς Mb Ald. Bk. et pr. K (crx. rc. et γρ. πρακτοῖς Vict.) 26. οὖν] οὖν καὶ Kb, γὰρ Mb || πρακτικοῖς Mb Ald.Bk. et pr. Kb (crx. rc. et γρ. πρακτοῖς Vict.) || 33 δύναται Kb, δύνηται Ald. || 1190a, 1. ἐνταῦθα post ἤδη Μb Bk. Bu. || 4. ἀλλὰ δὴ Scaliger || 〈περὶ〉 τὰ ci Spengelius || 11. ἐστιν om. Kb Ald. )

27
προθῆται, οἷον καλὴν οἰκίαν ποιῆσαι, καὶ τὰ πρὸς τοῦτο οὐκ ἄλλος τις εὑρήσει καὶ ποριεῖ ἢ οἰκοδόμος. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπασῶν ἐπιστημῶν.

ὡσαύτως ἄρα δόξειεν ἂν ἔχειν καὶ ἐπʼ ἀρετῆς, μᾶλλον εἶναι αὐτῆς τὸν σκοπὸν [πρὸς] τὸ τέλος, ὃ δεῖ ὀρθῶς προθέσθαι, τὰ πρὸς τὸ τέλος· καὶ ἐξ ὧν τοῦτʼ ἔσται οὐθεὶς ἄλλος ποριεῖ, καὶ εὑρήσει ἂ δεῖ πρὸς τοῦτο. καὶ εὔλογον δὲ τούτου εἶναι προθετικὴν τὴν ἀρετήν· ἐν οἷς γὰρ ἡ ἀρχὴ τοῦ βελτίστου ἐστίν, ἕκαστον καὶ προθετικὸν καὶ ποιητικόν. οὐθὲν οὖν βέλτιον τῆς ἀρετῆς ἐστίν· ταύτης γὰρ ἕνεκα καὶ τἆλλα ἐστίν, καὶ πρὸς ταύτην ἐστὶν ἡ ἀρχή, καὶ τούτου ἕνεκεν μᾶλλον τὰ πρὸς τοῦτʼ ἐστίν

τὸ δὲ τέλος ἀρχῇ τινι ἔοικεν, καὶ τούτου ἕνεκέν ἐσπτιν ἕκαστον. ἀλλὰ κατὰ τρόπον τοῦτο ἔστκι. ὥστε δῆλον ὡς κἀπὶ τῆς ἀρετῆς, ἐπειδὴ βελτίστη ἐστὶν αἰτία, ὅτι τοῦ τέλους ἐστὶ στοχαστικὴ μᾶλλον τῶν πρὸς τὸ τέλος.

— ἀρετῆς δέ γʼ ἐστὶ τέλος τὸ καλόν. τούτου ἄρʼ ἐστὶ[ν ἡ ἀρετὴ] στοχαστικὴ μᾶλλον ἢ ἐξ ὧν ἔσται. ἔτι δὲ καὶ ταῦτα ταύτης. ὅλως δὲ δὴ φαίνεται ἄτοπον· ἴσως γὰρ ἂν ἐν γραφικῇ εἴη τις ἀγαθὸς μιμητής, ὅμως δὲ οὐκ ἂν ἐπαινεθείη, ἂν μὴ τὸν σκοπὸν θῇ τὰ βέλτιστα μιμεῖσθαι. τῆς ἀρετῆς ἄρα παντελῶς τοῦτʼ ἐστίν, τὸ καλὸν προθέσθαι. διὰ τί οὗν, ἄν τις εἴποι, πρότερον μὲν ἐλέγομεν τὴν [*](34—1190b, 6 = E. E. 1228a, 2—19.) [*](16. τὸ σκοπεῖν Rieckher (fors. recte) ||17. πρὸς prius secl. Rieckher Spengelius 19. τούτου] τούτων mg. Casaub. || 20. γὰρ h. l. rc. P Rassovius, post 21. ἕκαστον Π2P2, om. Kb Ald. Va. Bk. Bu. 21. ἑκάστου aut ἑκάστῳ ci. Spengelius (haud recte) || καὶ ποιητικὸν καὶ προθετικόν Kb Ald. Va Bk. Bu. 23. καὶ Π2 P2 Va., om. Kb Ald. Bk. Bu. (Scaliger) || τούτου—26. ἔσται corrupta, τούτου—24. ἐστίν post 24. καὶ deletis 24. τινι et 25. 26. ἔσται tri. Scaliger 26. ἐστίν Spengelius, ἄν Ald. || ὡς secl. Scalinger || 28. ἀρετῆς Π2 P2 Va., τῆς Kb Ald. || 29. ἡ ἀρετὴ Π1 Va., om. Π2 Bk. Bu. 30. ταῦτα Kb P2 Va., ταυτὸν Π2 Ald. || ὅλως δὲ (τε Π2 P2) δὴ corrupta, εἰ δὲ μὴ Rieckher, ἄλλως δὲ δὴ? Susem. 32. θῆ Bk., φῆ Π2 P2, φῆις Kb, θεὶς Ald. || τὰ κάλλιστα Bk. Bu. (fore. recte), μάλιστα Π2 || 33. ἄρα παντελῶρ Kb P2 Va., ἄρα πᾶν τέλος Π2, περιπαντελοῦς Ald. || 35. ἕξιν τὴν] ἀρετὴν Π1 Va. Bk.Bu. || οὗ Va. Bas.1, ὧν Π Ald. || 1190 b 1. βελτίω Π Va. || 7. ἐπεὶ δὲ Ald et rc. Kb, ἀλλʼ ἐπεὶ Mb P2 Bk. Bu. et rc. Pb, om. pr. Kb Pb || [ἐπεὶ — 8. εἰσίν.] ✶✶. 9. ἐπεὶ Ramsauer Susem., tabulam (διαγραφήν) potius virtutum moralium ante 7. ἐπεὶ excidisse altera est coniectura Ramsaueri: v. append. 9. ἐστιν om. || 11. ἀποβάλῃ Ald. et corr. Kb || 13 νόσον ex E. N. 1115 a, 17. 29 Spengelius, μόνον Π Ald. Va. Bk. || 19. οἷον om. Kb Ald. Bk. Bu. πολλοὶ] λοιποὶ Kb Ald. Va. || 20.ἢ ἅπαντες Π (fors. recte) || ἐν τούτοις post ὁ Π2 Ρ2.Bk.Βu. (fors. recte), πρὸς τούτοις Ald. || 21. τοίνυν] οὖν || 28. δὴ Bonitzius, δὲ Kb Pb Bk., γε Ald., om Mb P2 || 29. φάσκων post εἷναι Mb Bk.Bu. || οὔ φαμεν οὐδʼ ἐροῦσιν haud sana esse ci. Spengelius || 32. δʼ αὖ Π2 Ρ2 Va., οὖν Κb Ald. || 1191a, 4. οὐδὲ δεῖ Kb P2, οὐ δεῖ δὲ Π2 Ald. Va. Bk.Bu. || τὸ add. Kb P2 Cv, c. c. om. Bk.Bu. || 5. οἷον εἰ Π1 Va., οἷον οἱ Pb, Mb Bk.Bu. || 8. ὁ ὅμηρος Π2.)

28
ἐνέργειαν κρεῖττον εἶναι ἢ τὴν ἕξιν τὴν αὐτήν, νῦν δὲ οὐκ ἐξ οὗ ἡ ἐνέργεια, τοῦτο τῇ ἀρετῇ ἀποδίδομεν ὡς κάλλιον, ἀλλʼ ἐν οὐκ ἔστιν ἐνέργεια; ναί, ἀλλὰ καὶ νῦν φαμεν τοῦτο [*](1190 b) ὁμοίως, τὴν ἐνέργειαν τῆς ἕξεως βέλτιον εἶναι. οἱ γὰρ ἄλλοι ἄνθρωποι τὸν σπουδαῖον θεωροῦντες κρίνουσιν ἐκ τοῦ πράττειν, διὰ τὸ μὴ δυνατὸν εἶναι δηλῶσαι τὴν ἑκάστου προαίρεσιν ἣν ἔχει, ἐπεὶ εἰ ἦν εἰδέναι τὴν ἑκάστου γνώμην, ὡς ἔχει πρὸς τὸ καλόν, καὶ ἄνευ τοῦ πράττειν σπουδαῖος ἂν ἐδόκει εἶναι.

[ἐπεὶ δὲ μεσότητάς τινας τῶν παθῶν κατηρ θᾶ, λεκτέον ἂν εἴη περὶ ποῖα τῶν παθῶν εἰσίν.]