Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

— ἀναγκαῖον μὲν οὖν εἰδῆσαι τί ἐστιν ἀρετή (οὐ γὰρ ῥᾴδιον εἰδέναι τὸ ἐκ τίνων ἔσται καὶ πῶς ἔσται, ἀγνοοῦντα τὸ τί ἐστίν, ὥσπερ οὐδʼ ἐπὶ τῶν ἐπιστημῶν)· οὐ δεῖ δὲ λανθάνειν οὐδʼ εἴ τινες πρότερον ὑπὲρ τούτων εἰρήκασιν.

πρῶτος μὲν οὗν ἐνεχείρησεν Πυθαγόρας περὶ ἀρετῆς εἰπεῖν, οὐκ ὀρθῶς δέ· τὰς γὰρ ἀρετὰς εἰς τοὺς ἀριθμοὺς ἀνάγων οὐκ οἰκείαν τῶν ἀρετῶν τὴν θεωρίαν ἐποιεῖο· οὐ γάρ ἔστιν δικαιοσύνη ἀριθμὸς ἰσάκις ἴσος.

μετὰ τοῦτον Σωκράτης ἐπιγενόμενος βέλτιον καὶ ἐπὶ πλεῖον εἶπτεν ὑπὲρ τούτων, οὐκ δρθῶς δὲ οὐδʼ οὗτος. τὰς γὰρ ἀρετὰς ἐπιστήμας ἐποίει· τοῦτο δʼ ἐστὶν εἶναι ἀδύνατον. αἱ γὰρ ἐπιστῆμοι πᾶσαι μετὰ λόγου, λόγος δὲ ἐν τῷ δανοητικῷ τῆς ψυχῆς ἐγγίνεται μορίῳ· γίνονται οὗν αἱ ἀρεταὶ πᾶσαι κατ᾿ αὖτὸν ἐν τῷ λογιστικῷ τῆς ψυχῆς μορἱῳ· συμβαίνει οὖν αὐτῷ ἐπιστήμας ποιοῦντι τὰς ἀρετὰς ἀναιρεῖν τὸ ἄλογον μέρος τῆς ψυχῆς, τοῦτο δὲ ποιῶν ἀναιρεῖ καὶ πάθος καὶ ἦθος.

διὸ οὐκ ὀρθῶς ἥψατο ταύτῃ τῶν ἀρετῶν. μετὰ ταῦτα δὲ Πλάτων δείλετο τὴν ψυχὴν εἴς τε τὸ λόγον ἔχον καὶ εἰς τὸ ἄλογον ὀρθῶς, καὶ ἀπέδωκεν ἑκάστῳ [τὰς] ἀρετὰς [*](5. ἐπτὶ ΓΠ1 || 6 αὐτοὶ Γ Π1 Va., ἡμεῖς || 7. μὲν οὖν] μὲν Kb, οὖν Mb, μέντοι Spengelius || 9 ἔπται Kb, ἐστὶ P2, ἂν ΓΖ Ald, om. Π || ἔσται] ἂν ΓΖ Ald. || ἀγνοοῦντας τί Π2 || 10. πρότερον ΓΠ Va., πρῶτον || 11. εἰρήκεισαν Π2 || πρῶτον ΓΖΚb Mb Pb Va || 14. ἐποιήσατο Z Ald. || ἴσάκιος ἰσάκις Μb Pb (attamen ἰσάκις in ras rc. Pb), ἰσάκιος ἴσως C || 16. τοῦτον Kb et pr. P2 (em corr1). || 17 εἷναι secl. Scaliger, ante ἐστίν transponendum esse ci. Spengehius. 19. μόνωι ΓΖ Kb Ald. καθ’ αὐτῶν Ald., om. K2 || 21. ἀνάλογεν Z Ald, ὅλον pr. (rubro pigmento crx. ead, ut videtur, m.) 23. ??ρθὤς] ε??κότως Π2 || ταῦτα post 24 δ?? Pb P || 24. τε om. Π2 || 25 ἑκάαπω, P2 ἑκάστ??ν c c. Bk Bu. || τὰς in mg. Pb, superscr. (ead, ut videtur m.) Cc, om. Π Bk. Bu. || τὰς ἀρετὰς 〈τὰς〉 πρσσηκούσας aut τὰς προσηκούσας ἀρετάς dubotamtem ci. Susem. προσηκούσας] κρεπούσας Mb et. spatin unius litterae poa rehcto Cc, πρ??σρούσας et προύσας m ras. Pb.)

3
προσηκούσας. μέχρι κὲν οὖν τούτου καλῶς· μετὰ μέντοι τοῦτο οὐκέτι ἐρθῶρ. τὴν γὰρ ἀρετὴν κατέμιξεν [καὶ συνέζευξεν] εἰς τὴν πραχματείαν τὴν ὑπὴρ τἀγαθοῦ, οὐ δὴ ὀρθῶς· οὐ γὰρ οἰκεῖον· ὑαὲρ γὰρ νῶν ὅντν καὶ ἀληθείας λέγυντα οὐκ ἔδει ὑπὲρ ἀρετῆς φράζειν· οὐδὲν γὰρ τούτῳ κἐικείνῳ κ??ιν??ν.