Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

Ἐπειδὴ προαιρούμεθα λέγειν ὑπὲρ ἠθικῶν, πρῶτον ἄν εἴη [*](1181a) σκεπτέον τίνος ἐστὶ μέρος τὸ ἦθος ὡς μὲν οὖν συντόμως [*](25) εἰπτεῖν, δόξειεν 〈ἂν〉 οὐκ ἄλλης ἢ τῆς πολιτικῆς εἶναι μέρος. ἔστι γὰρ οὐθὲν ἐν τοῖς πολιτικοῖς δυνατὸν πρᾶξαι ἄνευ τοῦ ποῖόν τινα εἶναι, λέγω δʼ οἷον σπουδαῖον· τὸ δὲ σπουδαῖον εἶναί ἐστι τὸ τὰς ἀρετὰς ἔχειν·

δεῖ ἄρα, εἴ τις μέλλει ἐν τοῖς [*](1181b) πολιτικοῖς πρακτικὸς εἶναι, τὸ ἦθος εἶναι σπουδαῖος·

μέρος [*](25) ἐστὶν ἄρα, ὡς ἔοικε, καὶ ἀρχὴ ἡ περὶ τὰ ἤθη πραγματεία τῆς πολιτικῆς, τὸ δʼ ὅλον καὶ τὴν ἐπωνυμίαν δικαίως δοκεῖ ἄν μοι ἔχειν ἡ πραγματεία οὐκ ἠθικὴν ἀλλὰ πολιτικήν.

— δεῖ ἄρα, ὡς ἔοικε, πρῶτον ὑπὲρ ἀρετῆς εἰπεῖν, τί τέ [*](1182a) ἐστι καὶ ἐκ τίνων γίνεται. σὐθὲν γὰρ ἴσως ὄφελος εἰδέναι μὲν τὴν ἀρετήν, πῶς δὲ ἔσται καὶ ἐκ τίνων μὴ ἐπαΐειν. οὐ γὰρ μόνον ὅπως εἰδήσομεν τί ἐστι σκοπεῖσθαι δεῖ, ἀλλὰ [*](Lib. l. 1181a, 24—1182a, 7 ═ E. N. 1094 a, 24—b, 10: ad 1182a, 1—7 cf. etiam E. E. 1216b, 3—25. E. N. 1130b, 26—28, praeterea tamen v. Ramsauer p. 60. n. Trendelenburg. p. 435—437.) [*](Lib. l. |1181a, 24. ἠθικῶν ΓΖ Kb Cv, ἠθων c. c. Va. || 26. δοκεῖ (pallidius, sed eadem m. Pb) Bk. Bu., videbuntur Γ ἄν add. Spengelius Susem. 27. γὰρ] δʼ ΓΠ Va., om. Cc et pr. Pb (γὰρ suppl. ead. m.) ||1181b, 25. τὸ] καστὰ τὸ et, ut videtur, Γ|| σπουδαῖον mg. Bas. || 26. ἐστὶν om. Π ἄρα ὡς Γ Π Va., ἀρετῆς Cc, ἄρα Mb Pb || 1182a, 3. ἔσται] ἂν Γ Ζ Ald. ἐπαΐειν] σἴειν Mb, ὀίειν Cc et pr. Pb, ἴσ. ἀϊειν mg. rc. Pb. || 4. εἰδήσωμεν ΓCc et pr. Kc et corr. Kb (είδήσομεν, ut videtur, corr. Kb). || σκοπεῖνσθαι Ald, οἴεσθαι Mb, ὄιεσθαι Pb Cc.)

2
καὶ ἐκ τίνων ἔσται σκέψασθαι. ἅμα γὰρ εἰδῆσαι βουλόμεθα καὶ αὐτοὶ εἶναι τοιοῦτοι· τοῦτο δʼ οὐ δυνησόμεθα, ἐὰν μή εἰδῶμεν καὶ ἐκ τίνων καὶ πῶς ἔσται.