Magna Moralia

Aristotle

Aristotle. Aristotelis Quae Feruntur Magna Moralia. Susemihl, Franz, editor. Leipzig: Teubner, 1883

πότερον οὖν ὑπὲρ τούτου δεῖ λέγειν τἀγαθοῦ τοῦ ἐνυπάρχοντος ἢ οὔ; διὰ τί; ὅτι τοῦτο ἐστὶ μὲν τὸ κοινόν, ὡς ὁ ὁρισμὸς καὶ ἡ ἐπαγωγή· ὁ δὲ ὁρισμὸς βούλεται τὴν ἑκάστου οὐσίαν λέγειν, ἤτοι ὅτι ἀγαθὸν ἢ ὅτι κακὸν ἢ ὅ τι ἂν ἄλλο ᾖ λέγει δὲ ὁ ὅρος ὅτι τὸ τοιόνδʼ ἀγαθὸν καθόλου, ὃ ἂν ᾖ αὐτὸ διʼ αὑτὸ αἱρετόν· τὸ δὲ ἐν ἅποσιν ἐνυπάρχον ὅμοιον τῷ ὅρῳ ἐστίν·

ὁ δὲ ὅρος λέγει ὅτι ἀγαθόν, ἐπιστήμη δέ γε οὐδὲ δύναμις οὐδεμία λέγει ὑπὲρ τοῦ τέλους τοῦ αὐτῆς ὅτι ἀγαθόν, ἀλλὰ τοῦτο μὲν ἄλλης δυνάμεώς ἐστι θεωρῆσαι (οὔτε γὰρ ὁ ἰατρὸς οὔτε ὁ οἰκοδόμος λέγει ὅτι ἀγαθὸν ἡ ὑγίεια οὐδὲ ἡ οἰκία, ἀλλʼ ὅτι ὃ μὲν ὑγίειαν ποιεῖ, καὶ ὡς ποιεῖ, ὃ δʼ οἰκίαν)·