Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μήτ᾽,[*](μήτ᾽ Dindorf: μηδ᾽ codd.) ἐξελοῦσ᾽[*](ἐκζέουσ᾽ Musgrave) ὡς καρδίαν ἀλεκτόρων,
  2. ἐν τοῖς ἐμοῖς ἀστοῖσιν ἱδρύσῃς Ἄρη
  3. ἐμφύλιόν τε καὶ πρὸς ἀλλήλους θρασύν.
  4. θυραῖος ἔστω πόλεμος, οὐ μόλις παρών,
  5. ἐν ᾧ τις ἔσται[*](τίς ἔστι, α postea inserto M) δεινὸς εὐκλείας ἔρως:
  6. ἐνοικίου δ᾽ ὄρνιθος οὐ λέγω μάχην.
  7. τοιαῦθ᾽ ἑλέσθαι σοι πάρεστιν ἐξ ἐμοῦ,
  8. εὖ δρῶσαν, εὖ πάσχουσαν, εὖ τιμωμένην
  9. χώρας μετασχεῖν τῆσδε θεοφιλεστάτης.
Χορός
  1. ἐμὲ παθεῖν τάδε, φεῦ,
  2. ἐμὲ παλαιόφρονα κατά τε γᾶς οἰκεῖν,
  3. φεῦ, ἀτίετον μύσος.
  4. πνέω τοι μένος ἅπαντά τε κότον.[*](cf. ad 839)