Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὀργὰς ξυνοίσω σοι: γεραιτέρα γὰρ εἶ.
- καὶ τῷ[*](καὶ τῷ Wakefield: καίτοι codd.) μὲν <εἶ[*](εἶ add. Abresch)> σὺ κάρτ᾽ ἐμοῦ σοφωτέρα,
- φρονεῖν δὲ κἀμοὶ Ζεὺς ἔδωκεν οὐ κακῶς.
- ὑμεῖς δ᾽ ἐς ἀλλόφυλον ἐλθοῦσαι χθόνα
- γῆς τῆσδ᾽ ἐρασθήσεσθε: προυννέπω τάδε.
- οὑπιρρέων γὰρ τιμιώτερος χρόνος
- ἔσται πολίταις τοῖσδε. καὶ σὺ τιμίαν
- ἕδραν ἔχουσα πρὸς δόμοις Ἐρεχθέως
- τεύξει παρ᾽ ἀνδρῶν καὶ γυναικείων στόλων,
- ὅσων[*](ὅσων Pauw: ὅσην codd.) παρ᾽ ἄλλων οὔποτ᾽ ἂν σχέθοις βροτῶν.
- σὺ δ᾽ ἐν τόποισι τοῖς ἐμοῖσι μὴ βάλῃς
- μήθ᾽ αἱματηρὰς θηγάνας, σπλάγχνων βλάβας
- νέων, ἀοίνοις[*](ἀοίνοις Robortello: ἀοίνους codd.) ἐμμανεῖς θυμώμασι,