Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐμοὶ πίθεσθε[*](πίθεσθε Turnebus: πείθεσθε M) μὴ βαρυστόνως φέρειν.
  2. οὐ γὰρ νενίκησθ᾽, ἀλλ᾽ ἰσόψηφος δίκη
  3. ἐξῆλθ᾽ ἀληθῶς, οὐκ ἀτιμίᾳ σέθεν:
  4. ἀλλ᾽ ἐκ Διὸς γὰρ λαμπρὰ μαρτύρια παρῆν,
  5. αὐτός θ᾽ ὁ χρήσας[*](χρήσας Turnebus: θήσας codd.) αὐτὸς ἦν ὁ μαρτυρῶν,
  6. ὡς ταῦτ᾽ Ὀρέστην δρῶντα μὴ βλάβας ἔχειν.