Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. δυσπαλεῖ τε[*](δυσπαλεῖ τε Turnebus: δυσπαλεῖ ται codd.) δίνᾳ:
  2. γελᾷ δὲ δαίμων ἐπ᾽ ἀνδρὶ θερμῷ,[*](θερμῷ Fa: θερμοέργωι M G P Fl)
  3. τὸν οὔποτ᾽ αὐχοῦντ᾽ ἰδὼν ἀμαχάνοις
  4. δύαις λαπαδνὸν[*](λαπαδνὸν Musgrave: λέπαδνον codd.) οὐδ᾽ ὑπερθέοντ᾽ ἄκραν:
  5. δι᾽ αἰῶνος δὲ τὸν πρὶν ὄλβον
  6. ἕρματι προσβαλὼν δίκας
  7. ὤλετ᾽ ἄκλαυτος, ᾆστος.[*](ᾆστος] αἴστος Porson: ἄιστος codd.)
Ἀθηνᾶ
  1. κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,
  2. ἥ τ᾽[*](ἥ τ᾽ m: εἴτ᾽ M) οὖν διάτορος[*](aliis οὖν compendii videtur corruptio, pro οὐρανοῦ vel οὐρανόν, quorum praestat εἰς οὐρανὸν δὲ διάτορος Wecklein) <αἰθέρος[*](αἰθέρος add. Emper)> Τυρσηνικὴ
  3. σάλπιγξ βροτείου πνεύματος πληρουμένη,
  4. ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.
  5. πληρουμένου γὰρ τοῦδε βουλευτηρίου
  6. σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς