Eumenides

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. πέμπειν τε[*](τε Abresch: δὲ codd.) δυσπήμαντ᾽[*](δυσπήμαντ᾽ Scaliger: δυσπήματ᾽ codd.) ἀμηχάνως ἐμοί.
  2. ἐπεὶ δὲ πρᾶγμα δεῦρ᾽ ἐπέσκηψεν τόδε,
  3. †φόνων δικαστὰς ὁρκίους αἱρουμένη[*](ὁρκίους αἱρουμένη Casaubon: ὁρκίων αἱρουμένους codd.; ingeniose φανῶ δικαστὰς ὁρκίων αἰδουμένους θεσμόν, τὸν Wecklein, ubi αἰδουμένους coni. Prien)
  4. θεσμὸν τὸν εἰς ἅπαντ᾽ ἐγὼ θήσω χρόνον†.[*](incerta necdum satis sanata)
  5. ὑμεῖς δὲ μαρτύριά τε καὶ τεκμήρια
  6. καλεῖσθ᾽, ἀρωγὰ τῆς δίκης ὁρκώματα.