Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- πεύσει τὰ πάντα συντόμως, Διὸς κόρη.
- ἡμεῖς γάρ ἐσμεν Νυκτὸς αἰανῆς[*](αἰανῆς recc.: αἰανῆ M) τέκνα.
- Ἀραὶ[*](ἀραὶ Fl V: ἀρὰ M) δ᾽ ἐν οἴκοις γῆς ὑπαὶ κεκλήμεθα.
Ἀθηνᾶ- γένος μὲν οἶδα κληδόνας τ᾽ ἐπωνύμους.
Χορός- τιμάς γε μὲν δὴ τὰς ἐμὰς πεύσει τάχα.
Ἀθηνᾶ- μάθοιμ᾽ ἄν, εἰ λέγοι τις ἐμφανῆ λόγον.