Eumenides
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- βρέτας τε τοὐμὸν τῷδ᾽ ἐφημένῳ ξένῳ,
- ὑμᾶς θ᾽ ὁμοίας οὐδενὶ σπαρτῶν γένει,
- οὔτ᾽ ἐν θεαῖσι πρὸς θεῶν ὁρωμένας[*](ὁρωμένας Stanley: ὁρωμέναις codd.)
- οὔτ᾽ οὖν βροτείοις ἐμφερεῖς μορφώμασι.
- λέγειν δ᾽ ἄμομφον[*](ἄμομφον Robortello: ἄμορφον codd.) ὄντα τοὺς πέλας κακῶς
- πρόσω δικαίων ἠδ᾽ ἀποστατεῖ θέμις.