Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. σύ τοι σεαυτήν, οὐκ ἐγώ, κατακτενεῖς.
Κλυταιμνήστρα
  1. ὅρα, φύλαξαι μητρὸς ἐγκότους κύνας.
Ὀρέστης
  1. τὰς τοῦ πατρὸς δὲ πῶς φύγω, παρεὶς τάδε;
Κλυταιμνήστρα
  1. ἔοικα θρηνεῖν ζῶσα πρὸς τύμβον μάτην.
Ὀρέστης
  1. πατρὸς γὰρ αἶσα τόνδε σοὐρίζει μόρον.
Κλυταιμνήστρα
  1. οἲ ʼγὼ τεκοῦσα τόνδʼ ὄφιν ἐθρεψάμην.
Ὀρέστης
  1. ἦ κάρτα μάντις οὑξ ὀνειράτων φόβος.
  2. ἔκανες ὃν οὐ χρῆν, καὶ τὸ μὴ χρεὼν πάθε.
Χορός
  1. στένω μὲν οὖν καὶ τῶνδε συμφορὰν διπλῆν.
  2. ἐπεὶ δὲ πολλῶν αἱμάτων ἐπήκρισε
  3. τλήμων Ὀρέστης, τοῦθʼ ὅμως αἱρούμεθα,
  4. ὀφθαλμὸν οἴκων μὴ πανώλεθρον πεσεῖν.
Χορός
  1. ἔμολε μὲν δίκα Πριαμίδαις χρόνῳ,
  2. βαρύδικος ποινά·
  3. ἔμολε δʼ ἐς δόμον τὸν Ἀγαμέμνονος
  4. διπλοῦς λέων, διπλοῦς Ἄρης.
  5. ἔλασε δʼ ἐς τὸ πᾶν
  6. ὁ πυθόχρηστος φυγὰς