Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. οἲ ʼγώ. ξυνῆκα τοὔπος ἐξ αἰνιγμάτων.
  2. δόλοις ὀλούμεθʼ, ὥσπερ οὖν ἐκτείναμεν.
  3. δοίη τις ἀνδροκμῆτα πέλεκυν ὡς τάχος·
  4. εἰδῶμεν εἰ νικῶμεν, ἢ νικώμεθα·
  5. ἐνταῦθα γὰρ δὴ τοῦδʼ ἀφικόμην κακοῦ.
Ὀρέστης
  1. σὲ καὶ ματεύω· τῷδε δʼ ἀρκούντως ἔχει.
Κλυταιμνήστρα
  1. οἲ ʼγώ. τέθνηκας, φίλτατʼ Αἰγίσθου βία.
Ὀρέστης
  1. φιλεῖς τὸν ἄνδρα; τοιγὰρ ἐν ταὐτῷ τάφῳ
  2. κείσῃ· θανόντα δʼ οὔτι μὴ προδῷς ποτε.
Κλυταιμνήστρα
  1. ἐπίσχες, ὦ παῖ, τόνδε δʼ αἴδεσαι, τέκνον,
  2. μαστόν, πρὸς ᾧ σὺ πολλὰ δὴ βρίζων ἅμα
  3. οὔλοισιν ἐξήμελξας εὐτραφὲς γάλα.
Ὀρέστης
  1. Πυλάδη τί δράσω; μητέρʼ αἰδεσθῶ κτανεῖν;
Πυλάδης
  1. ποῦ δὴ τὰ λοιπὰ Λοξίου μαντεύματα
  2. τὰ πυθόχρηστα, πιστὰ δʼ εὐορκώματα;
  3. ἅπαντας ἐχθροὺς τῶν θεῶν ἡγοῦ πλέον.
Ὀρέστης
  1. κρίνω σὲ νικᾶν, καὶ παραινεῖς μοι καλῶς.
  2. ἕπου, πρὸς αὐτὸν τόνδε σὲ σφάξαι θέλω.