Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τὰ σώφρονʼ εὖ μαιομένοις ἰδεῖν.
- διὰ δίκας πᾶν ἔπος
- ἔλακον· ὦ Ζεῦ, σύ νιν φυλάσσοις.
- ἓ ἕ, πρὸ δὲ δὴ ʼχθρῶν
- τὸν ἔσωθεν μελάθρων, Ζεῦ,
- θές, ἐπεί νιν μέγαν ἄρας,
- δίδυμα καὶ τριπλᾶ
- παλίμποινα θέλων ἀμείψει.
- ἴσθι δʼ ἀνδρὸς φίλου πῶλον εὖ-
- νιν ζυγέντʼ ἐν ἅρμασιν
- πημάτων. σὺ δʼ ἐν δρόμῳ προστιθεὶς
- μέτρον κτίσον σῳζόμενον ῥυθμὸν
- τοῦτʼ ἰδεῖν διὰ πέδον
- ἀνομένων βημάτων ὄρεγμα;
- οἵ τʼ ἔσω δωμάτων
- πλουτογαθῆ μυχὸν νομίζετε,
- κλῦτε, σύμφρονες θεοί·
- ἄγετε τῶν πάλαι πεπραγμένων
- λύσασθʼ αἷμα προσφάτοις δίκαις.
- γέρων φόνος μηκέτʼ ἐν δόμοις τέκοι.