Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἀλλʼ ἦ φρονεῖς εὖ τοῖσι νῦν ἠγγελμένοις;
- ἀλλʼ εἰ τροπαίαν Ζεὺς κακῶν θήσει ποτέ.
- καὶ πῶς; Ὀρέστης ἐλπὶς οἴχεται δόμων.
- οὔπω· κακός γε μάντις ἂν γνοίη τάδε.
- τί φής; ἔχεις τι τῶν λελεγμένων δίχα;
- ἄγγελλʼ ἰοῦσα, πρᾶσσε τἀπεσταλμένα.
- μέλει θεοῖσιν ὧνπερ ἂν μέλῃ πέρι.
- ἀλλʼ εἶμι καὶ σοῖς ταῦτα πείσομαι λόγοις.
- γένοιτο δʼ ὡς ἄριστα σὺν θεῶν δόσει.
- νῦν παραιτουμένᾳ μοι, πάτερ
- Ζεῦ θεῶν Ὀλυμπίων,
- δὸς τύχας τυχεῖν δόμου κυρίως
- τὰ σώφρονʼ εὖ μαιομένοις ἰδεῖν.
- διὰ δίκας πᾶν ἔπος
- ἔλακον· ὦ Ζεῦ, σύ νιν φυλάσσοις.
- ἓ ἕ, πρὸ δὲ δὴ ʼχθρῶν