Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. τούτων πρόμαντις οὖσα, πολλὰ δʼ, οἴομαι,
  2. ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,
  3. γναφεὺς τροφεύς τε ταὐτὸν εἰχέτην τέλος.
  4. ἐγὼ διπλᾶς δὲ τάσδε χειρωναξίας
  5. ἔχουσʼ Ὀρέστην ἐξεδεξάμην πατρί·
  6. τεθνηκότος δὲ νῦν τάλαινα πεύθομαι.
  7. στείχω δʼ ἐπʼ ἄνδρα τῶνδε λυμαντήριον
  8. οἴκων, θέλων δὲ τόνδε πεύσεται λόγον.
Χορός
  1. πῶς οὖν κελεύει νιν μολεῖν ἐσταλμένον;
Τροφός
  1. ἦ πῶς; λέγʼ αὖθις, ὡς μάθω σαφέστερον.
Χορός
  1. εἰ ξὺν λοχίταις εἴτε καὶ μονοστιβῆ.
Τροφός
  1. ἄγειν κελεύει δορυφόρους ὀπάονας.
Χορός
  1. μή νυν σὺ ταῦτʼ ἄγγελλε δεσπότου στύγει·
  2. ἀλλʼ αὐτὸν ἐλθεῖν, ὡς ἀδειμάντως κλύῃ,
  3. ἄνωχθʼ ὅσον τάχιστα γηθούσῃ φρενί.
  4. ἐν ἀγγέλῳ γὰρ κυπτὸς ὀρθοῦται λόγος.