Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- ἦ δὴ κλύων ἐκεῖνος εὐφρανεῖ νόον,
- εὖτʼ ἂν πύθηται μῦθον. ὦ τάλαινʼ ἐγώ·
- ὥς μοι τὰ μὲν παλαιὰ συγκεκραμένα
- ἄλγη δύσοιστα τοῖσδʼ ἐν Ἀτρέως δόμοις
- τυχόντʼ ἐμὴν ἤλγυνεν ἐν στέρνοις φρένα.
- ἀλλʼ οὔτι πω τοιόνδε πῆμʼ ἀνεσχόμην·
- τὰ μὲν γὰρ ἄλλα τλημόνως ἤντλουν κακά·
- φίλον δʼ Ὀρέστην, τῆς ἐμῆς ψυχῆς τριβήν,
- ὃν ἐξέθρεψα μητρόθεν δεδεγμένη,—
- κἀκʼ νυκτιπλάγκτων ὀρθίων κελευμάτων
- καὶ πολλὰ καὶ μοχθήρʼ ἀνωφέλητʼ ἐμοὶ
- τλάσῃ·—τὸ μὴ φρονοῦν γὰρ ὡσπερεὶ βοτὸν
- τρέφειν ἀνάγκη, πῶς γὰρ οὔ; τρόπῳ φρενός·
- οὐ γάρ τι φωνεῖ παῖς ἔτʼ ὢν ἐν σπαργάνοις,
- εἰ λιμός, ἢ δίψη τις, ἢ λιψουρία
- ἔχει· νέα δὲ νηδὺς αὐτάρκης τέκνων.
- τούτων πρόμαντις οὖσα, πολλὰ δʼ, οἴομαι,
- ψευσθεῖσα παιδὸς σπαργάνων φαιδρύντρια,