Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. σώματι κεῖσαι τῷ βασιλείῳ,
  2. νῦν ἐπάκουσον, νῦν ἐπάρηξον·
  3. νῦν γὰρ ἀκμάζει Πειθὼ δολίαν
  4. ξυγκαταβῆναι, χθόνιον δʼ Ἑρμῆν
  5. καὶ τὸν νύχιον τοῖσδʼ ἐφοδεῦσαι
  6. ξιφοδηλήτοισιν ἀγῶσιν.
Χορός
  1. ἔοικεν ἁνὴρ ὁ ξένος τεύχειν κακόν·
  2. τροφὸν δʼ Ὀρέστου τήνδʼ ὁρῶ κεκλαυμένην.
  3. ποῖ δὴ πατεῖς, Κίλισσα, δωμάτων πύλας;
  4. λύπη δʼ ἄμισθός ἐστί σοι ξυνέμπορος;
Τροφός
  1. Αἴγισθον ἡ κρατοῦσα τοῖς ξένοις καλεῖν
  2. ὅπως τάχιστʼ ἄνωγεν, ὡς σαφέστερον
  3. ἀνὴρ ἀπʼ ἀνδρὸς τὴν νεάγγελτον φάτιν
  4. ἐλθὼν πύθηται τήνδε, πρὸς μὲν οἰκέτας
  5. θετοσκυθρωπῶν ἐντὸς ὀμμάτων γέλων
  6. κεύθουσʼ ἐπʼ ἔργοις διαπεπραγμένοις καλῶς
  7. κείνῃ, δόμοις δὲ τοῖσδε παγκάκως ἔχειν,
  8. φήμης ὕφʼ ἧς ἤγγειλαν οἱ ξένοι τορῶς.