Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- τόξοις πρόσωθεν εὐσκόποις χειρουμένη,
- φίλων ἀποψιλοῖς με τὴν παναθλίαν.
- καὶ νῦν Ὀρέστης—ἦν γὰρ εὐβούλως ἔχων,
- ἔξω κομίζων ὀλεθρίου πηλοῦ πόδα,—
- νῦν δʼ ἥπερ ἐν δόμοισι βακχείας καλῆς
- ἰατρὸς ἐλπὶς ἦν, προδοῦσαν ἔγγραφε.
- ἐγὼ μὲν οὖν ξένοισιν ὧδʼ εὐδαίμοσιν
- κεδνῶν ἕκατι πραγμάτων ἂν ἤθελον
- γνωστὸς γενέσθαι καὶ ξενωθῆναι· τί γὰρ
- ξένου ξένοισίν ἐστιν εὐμενέστερον;
- πρὸς δυσσεβείας δʼ ἦν ἐμοὶ τόδʼ ἐν φρεσίν,
- τοιόνδε πρᾶγμα μὴ καρανῶσαι φίλοις,
- καταινέσαντα καὶ κατεξενωμένον.
- οὔτοι κυρήσεις μεῖον ἀξίως σέθεν,
- οὐδʼ ἧσσον ἂν γένοιο δώμασιν φίλος.
- ἄλλος δʼ ὁμοίως ἦλθεν ἂν τάδʼ ἀγγελῶν.