Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. ἐξιστορήσας καὶ σαφηνίσας ὁδόν,
  2. Στροφίος ὁ Φωκεύς· πεύθομαι γὰρ ἐν λόγῳ
  3. ἐπείπερ ἄλλως, ὦ ξένʼ, εἰς Ἄργος κίεις,
  4. πρὸς τοὺς τεκόντας πανδίκως μεμνημένος
  5. τεθνεῶτʼ Ὀρέστην εἰπέ, μηδαμῶς λάθῃ.
  6. εἴτʼ οὖν κομίζειν δόξα νικήσει φίλων,
  7. εἴτʼ οὖν μέτοικον, εἰς τὸ πᾶν ἀεὶ ξένον,
  8. θάπτειν, ἐφετμὰς τάσδε πόρθμευσον πάλιν.
  9. νῦν γὰρ λέβητος χαλκέου πλευρώματα
  10. σποδὸν κέκευθεν ἀνδρὸς εὖ κεκλαυμένου.
  11. τοσαῦτʼ ἀκούσας εἶπον. εἰ δὲ τυγχάνω
  12. τοῖς κυρίοισι καὶ προσήκουσιν λέγων
  13. οὐκ οἶδα, τὸν τεκόντα δʼ εἰκὸς εἰδέναι.
Κλυταιμνήστρα
  1. οἲ ʼγώ, κατʼ ἄκρας εἶπας ὡς πορθούμεθα.
  2. ὦ δυσπάλαιστε τῶνδε δωμάτων Ἀρά,
  3. ὡς πόλλʼ ἐπωπᾷς, κἀκποδὼν εὖ κείμενα