Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- κνωδάλων τε καὶ βροτῶν.
- ἴστω δʼ, ὅστις οὐχ ὑπόπτερος
- φροντίσιν, δαεὶς
- τὰν ἁ παιδολυ-
- μὰς τάλαινα Θεστιὰς μήσατο
- πυρδαῆτιν πρόνοιαν,
- καταίθουσα παιδὸς δαφοινὸν
- δαλὸν ἥλικʼ, ἐπεὶ μολὼν
- ματρόθεν κελάδησε,
- ξύμμετρόν τε διαὶ βίου
- μοιρόκραντον ἐς ἆμαρ.
- ἄλλαν δεῖ τινʼ ἐν λόγοις στυγεῖν
- φοινίαν κόραν,
- ἅτʼ ἐχθρῶν ὑπαὶ
- φῶτʼ ἀπώλεσεν φίλον Κρητικοῖς
- χρυσοκμήτοισιν ὅρμοις
- πιθήσασα δώροισι Μίνω,
- Νῖσον ἀθανάτας τριχὸς
- νοσφίσασʼ ἀπροβούλως
- πνέονθʼ ἁ κυνόφρων ὕπνῳ.