Libation Bearers
Aeschylus
Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.
- σιγᾶν θʼ ὅπου δεῖ καὶ λέγειν τὰ καίρια.
- τὰ δʼ ἄλλα τούτῳ δεῦρʼ ἐποπτεῦσαι λέγω,
- ξιφηφόρους ἀγῶνας ὀρθώσαντί μοι.
- πολλὰ μὲν γᾶ τρέφει
- δεινὰ καὶ δειμάτων ἄχη,
- πόντιαί τʼ ἀγκάλαι κνωδάλων
- ἀνταίων βρύουσι·
- πλάθουσι βλαστοῦσι καὶ πεδαίχμιοι
- λαμπάδες πεδάοροι,
- πτανά τε καὶ πεδοβά-
- μονα κἀνεμοέντʼ ἂν
- αἰγίδων φράσαι κότον.
- ἀλλʼ ὑπέρτολμον ἀν-
- δρὸς φρόνημα τίς λέγοι
- καὶ γυναικῶν φρεσὶν τλαμόνων καὶ
- παντόλμους ἔρωτας
- ἄταισι συννόμους βροτῶν;
- ξυζύγους δʼ ὁμαυλίας
- θηλυκρατὴς ἀπέρω-
- τος ἔρως παρανικᾷ