Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. Ζεὺς ἐπὶ χεῖρα βάλοι,
  2. φεῦ φεῦ, κάρανα δαΐξας;
  3. πιστὰ γένοιτο χώρᾳ.
  4. δίκαν δʼ ἐξ ἀδίκων ἀπαιτῶ.
  5. κλῦτε δὲ Γᾶ χθονίων τε τιμαί.
Χορός
  1. ἀλλὰ νόμος μὲν φονίας σταγόνας
  2. χυμένας ἐς πέδον ἄλλο προσαιτεῖν
  3. αἷμα. βοᾷ γὰρ λοιγὸς Ἐρινὺν
  4. παρὰ τῶν πρότερον φθιμένων ἄτην
  5. ἑτέραν ἐπάγουσαν ἐπʼ ἄτῃ.
Ὀρέστης
  1. πόποι δὴ νερτέρων τυραννίδες,
  2. ἴδετε πολυκρατεῖς Ἀραὶ φθινομένων,
  3. ἴδεσθʼ Ἀτρειδᾶν τὰ λοίπʼ ἀμηχάνως
  4. ἔχοντα καὶ δωμάτων
  5. ἄτιμα. πᾷ τις τράποιτʼ ἄν, ὦ Ζεῦ;
Χορός
  1. πέπαλται δαὖτὲ μοι φίλον κέαρ
  2. τόνδε κλύουσαν οἶκτον
  3. καὶ τότε μὲν δύσελπις,