Libation Bearers

Aeschylus

Aeschylus, Volume 2. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1926.

  1. δοῦπος ἱκνεῖται· τῶν μὲν ἀρωγοὶ
  2. κατὰ γῆς ἤδη, τῶν δὲ κρατούντων
  3. χέρες οὐχ ὅσιαι στυγερῶν τούτων·
  4. παισὶ δὲ μᾶλλον γεγένηται.
Ὀρέστης
  1. τοῦτο διαμπερὲς οὖς
  2. ἵκεθʼ ἅπερ τι βέλος.
  3. Ζεῦ Ζεῦ, κάτωθεν ἀμπέμπων
  4. ὑστερόποινον ἄταν
  5. βροτῶν τλάμονι καὶ πανούργῳ
  6. χειρὶ—τοκεῦσι δʼ ὅμως τελεῖται.
Χορός
  1. ἐφυμνῆσαι γένοιτό μοι πυκά-
  2. εντʼ ὀλολυγμὸν ἀνδρὸς
  3. θεινομένου, γυναικός τʼ
  4. ὀλλυμένας· τί γὰρ κεύθω φρενὸς οἷον ἔμπας
  5. ποτᾶται; πάροιθεν δὲ πρῴρας
  6. δριμὺς ἄηται κραδίας
  7. θυμὸς ἔγκοτον στύγος.
Ἠλέκτρα
  1. καί πότʼ ἂν ἀμφιθαλὴς